Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Ωσερημά· κλήματά σου διῆλθεν θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν·

συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβείτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν αἵδε.

ἀπὸ κραυγῆς Ἑσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ Ζόγορ ἕως Ὡρωνάιμ καὶ ἀγγελίαν Σαλασειά, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.

καὶ ἀπολῶ τὸν Μωάβ, φησὶν Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα [*](U+05D0AQ)[*](23 Μαων] Μαωθ U+05D0* Γαμων U+05D0c.a 24 om πασας U+05D0* (superscr U+05D0c.a(?)) πολις U+05D0*ᵛⁱᵈ 25 κερα U+05D0* (superscr ς U+05D0c.a(?)) 27 om ει A μην Qᵃ om ην A και 2⁰] ει U+05D0AQ κολοπαις A ευρεθησαν Q οτε Q αυτον (incep αυτα U+05D0*)] + α΄θ΄ ?? εν αυτω μεταναστευεις Qmᵍ 28 κατελειπον U+05D0c.aA πολις U+05D0* (-λεις U+05D0c.ᵇ) οι κατοικουντες] οικουντες A ωσπερ] ως A ωσει Q νοσσευουσαι] pr ε A βοθυνου στοματι A 29 om και 1⁰ U+05D0c.a AQ λιαν] σφοδρα A + παντες ?? το υψος αυτου Qmg υβριν 2⁰] pr και U+05D0c.aAQ αυτου 2⁰] + κ την αλαζονιαν αυτου ιδον Qmg 30 εργα] pr τα A | αυτου] + ?? φησιν κς Qmg αυτω] αυτου U+05D0ΑQ ουτως] + ?? οι βραχιονες αυτου ουχ ουτως Qmᵍ 31 ολολυζετε] + επι Μωαβ Qmg κειραδας αυχμου] κιθαρας αυχμ. A α΄σ΄ τοιχου οστρακινου Qmg αυχμου] + α΄θ΄ ?? κ μελετησει Qmg 32 om σοι A | Ωσερημα] ως ερημος U+05D0* (superscr α U+05D0c.a) Ασερημα A Σαβαμα πολεις] πολις BU+05D0* (-λεις U+05D0c. ᵃ) οπωραν] ο sup ras π superscr Aᵃ επι 2⁰] pr και AQ τρυγηταις] τρυπηταις U+05D0* επεπεσεν] ενεπεσεν U+05D0 επεσεν AQ 33 συνεψησθη] συνεψηθη AQ* (-ψησθ. Qª χαρμοσυνη] καρμονη U+05D0c.ᵃQ Μωαβιτιδος AQ επατησαν] επατησας U+05D0* (superscr ν U+05D0c.a (?) επατηθησαν A 34 απο 1⁰] επι U+05D0* (απο U+05D0c.a) κρουης U+05D0* εως 1⁰] ως U+05D0* (εως U+05D0c.a) | Αιταμ Εγαβ U+05D0 Ελεαλη| και εως Ιασσα A Ελ. και εως Ιασσα| εως Αιταθ Q | αι πολεις] πολις U+05D0* (αι πολεις U+05D0c. ᵃ) Ζογορ] Σηγωρ Q om και αγγελιαν Σαλασεια οτι U+05D0* hab και αγγελιαν εις Σαλισα οτι U+05D0c.a αγγελιαν (-λειαν B* -λιαν Bᵇ)] αγγελια AQ Σαλασεια] Σαλισια A Σαλασια Q | Νεβρειν] Νεβρειμ U+05D0 Εβριμ A Νεμρειμ Q εις] pr ερημος αιστε U+05D0* (postea improb) 35 αναβεννοντα A τον βωμον] Μωαβ A βωμον Q θυμιωντα (εθυμ. U+05D0*)) θυσιαζοντα Q)

297
θεοῖς αὐτοῦ.

διὰ τοῦτο καρδία τοῦ Μωὰβ ὥσπερ αὐλοὶ βομβήσουσιν, [*](B) καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διά τοῦτο ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου.

πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.

καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα, φησὶν Κύριος, ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ.

πῶς κατήλλαξεν; πῶς ἔστρεψεν νῶτον Μωάβ; ᾐσχύνθη, καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐνκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς.

ὅτι οὕτως εἶπεν Κύριος

Ἐλήμφθη Ἀκκαρών, καὶ τά ὀχυρώματα συνελήμφθη,

καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη.

παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωάβ.

ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐνπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου, συλλημφθήσεται ἐν τῇ παγίδι· ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ Λάβε τὸ ποτήριον τοῦ [*](36 του Μωαβ] της M. U+05D0* (του U+05D0c.a(?)) βομβησουσοι incep U+05D0* (postea U+05D0AQ σιν) -σι Qᵃ καρδια 2⁰] incep δ U+05D0* pr και AQ κειραδας] κιδαρ (sic) U+05D0* κιθαρας U+05D0c.a κειδαρεις A βομβησει] β 1⁰ sup ras Aᵃ om α U+05D0* (hab Bᵃᵇ) απολετο U+05D0* 37 πασον] pr ?? οτι Qmg ξυρηθησονται] ξυρησονται U+05D0AQ πας] παν U+05D0* πωγω U+05D0? ψονται (sic) U+05D0* (superscr κο U+05D0c.a (?)) 38 πλατειαις (-τισις U+05D0A)] pr ταις Q συνετριψα] συνεστρεψα U+05D0* συνετριψα τον Μωαβ U+05D0c. ᵃQ Κυριος] + τον Μωαβ A αγγιον AQ* 39 κατηλ- λαξεν] + σ΄θ΄ ολολυξατε Qᵐᵍ om ησχυνθη και εγενετο Μωαβ U+05D0* (hab U+05D0c.a ⁽ᵛiᵈ)ᵐᵍ) ενκοτημα (τημα sup ras B¹ᵛⁱᵈ)] εγκοτημα BᵃbQ πασιν] π sup ras (seq spat 1 lit) B¹ ᵛiᵈ πασι U+05D0Q κυκλω] pr περι Q* postea improb) αυτης] αυτου (ο sup ras Aᵃ) A 40 Κυριος] + θ΄ ιδου ως αετος ορμη- σει κ εκπετασει χειρας αυτου επι Μωαβ Qᵐᵍ 41 Ακκαρων] Ακ|κα- ριωθ A Καριωθ Q συνελημφθη] συνεληφθη Q + α΄θ΄ ?? κ εσται η καρδια δυνατων Μωαβ εν τη ημερα εκεινη ως καρδια γυναικος ωδινουσης Qᵐᵍ 42 τον κυριον] om τον U+05D0 43 επι σοι] επ εμε U+05D0c.a επι σε Q | καθη- μενον Q Μωαβ] pr επι A 44 φευων U+05D0* προσωπου του] προσω U+05D0* (-που του U+05D0c.a (?)ᵐᵍ) εμπεσειται BᵇAQ τον βοθυνον] om τον U+05D0* (superscr U+05D0c.a (?) συλλημηφθησεται] συνλημφησετε συλληηφθ. Qa οτι] διοτι A | ου- των] αυτης U+05D0AQ + θ΄ ?? ω επεσκεψαμην αυτους λεγει κς (45) εν σκεπη ασεβων εστησαν απο παγιδος φευγοντες οτι πυρ εξηλθεν εξ Εσεβων φλοξ εκ πολεως Σηων κ κατεφαγεν αρχηγους Μωαβ κ εξηρευνησαν υιους Σαων (46) ουαι σοι Μωαβ απωλου λαος Χαμως οτι εληφθησαν υιοι αυτου εν αιχμα- λωσια κ θυγατερες αυτου αιχμαλωτοι (47) κ επιστρεψ ω την αιχμαλωσιαν Μωαβ επ εσχατων των ημερων φησιν κς εως ενταυθα το κριμα Μωαβ Qmᵍ XXXII 1 ουτως] pr (tit) οσα επροφητευσεν Ιερεμιας επι παντα τα εθνη [xxv 13 (Heb)] A) et posthaec α΄θ΄ ?? [xxv 14 (Heb)] οτι εδουλευσαν εν αυτοις κ γε αυτοις εθνη πολλα κ βασιλεις μεγαλοι κ ανταποδωσω αυτοις κατα την εργασιαν αυτω κ κατα τα εργα των χειρων ουτων οτι Qmᵍ )

298
[*](B) οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς,

καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν.

καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με Κύριος πρὸς αὐτά,

τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν,

καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ

καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πάντας τοὺς συμμίκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν Ἀκκαρών, καὶ τὸ ἐπί λοιπον Ἀζώτου,

καὶ τὴν Ἰδουμαίαν καὶ τὴν Μωαβεῖτιν καὶ τοὺς υἱοὺς Ἀμμών,