Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος;

κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Δαιβὼν ἐκτρίβεται, ὅτι ὤλετο Μωάβ· ἀνέβη εἰς σέ λυμαινόμενος ὀχύρωμά σου.

ἐφ᾿ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σωζόμενον καὶ εἰπόν Τί ἐγένετο;

κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν ὅτι ὤλετο Μωάβ,

καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μεισὼρ ἐπὶ Χαιλὼν καὶ Ῥεφὰς καὶ Μωράς,

καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ ἐπʼ οἶκον Δαιβλαθάιμ,

καὶ ἐπὶ Καριαθάιμ καὶ ἐπʼ οἶκον Γαιμὼλ [*](10 εξαιρων] pr παντες ?? κ επικαταρατος ο Qᵐᵍ αυτου] αυ| ουτου U+05D0* U+05D0AQ 11 ανεπαυσατο] επαυσατο U+05D0* (ανεπ. U+05D0c.a (?)) αγγιου, αγγιον U+05D0AQ* | om εις 2⁰ U+05D0* (hab U+05D0c.a (?)) απωκισμον B*fortU+05D0* ωχετο] οιχετο U+05D0* (ω sup ras) ωχοντο Q εξελιπεν] εξελειπεν U+05D0c. ᵃQ εκλιπει A 12 om αυτου 1° U+05D0AQ αυτον] αυτο U+05D0* (superscr ν U+05D0c. α(?)) κερατα] α΄ κερατα σ΄ κερασματα Qᵐᵍ συγκοψουσιν (σινκ. U+05D0* συνκ. U+05D0?)] συντριψουσιν Q 13 καταισχυνθη] κατησχυνθην U+05D0* κατῃσχυνθη U+05D0?Q οικος] pr ο A Βεθηλ U+05D0 | επ αυτοις] εφ αυτοις Q* εφ εαυτ. Qa 14 τα πολεμικα] πολεμον Q 15 Μωα U+05D0* (superscr β U+05D0?) εκλεκτοι] pr ?? οι Q νεανι| σκτοι U+05D0* 17 αυτω] om U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) αυτον AQ εκδοτε] ειδοτες Q ραβδος] ρ ex λ fec vid U+05D0 | μεγαλωματος] μεγαλωτος U+05D0* (-λωματος Bᵃᵇ) 18 om καταβηθι απο δοξης και U+05D0* (hab U+05D0c.a(?)ᵐᵍ) Δαιβων] Δεων U+05D0 Αδαιβων Qᵃ ᵛiᵈ pr θυγατηρ A) ?? θυγατερα superscr Q ?) εκτριβεται] εκτριβηται U+05D0 A (τε) om Q | οχυ- ρωματα A 19 om και 1° U+05D0* (hab U+05D0c.a (?)) επιδε...Αροηρ] α΄ σκοπευσο| κατοικουσα A. θ΄ εφιδε κατοικουσα A. σ΄ εμβλεψον κατ. Αρωηρ Qmg | εφιδε U+05D0? (επ. U+05D0fort) σωζομενον] ανασωζ. Q 20 ολολυξον] ολολυζε Q | κε- κραξον] κραξον U+05D0*ᵛⁱᵈ Αερνων A om οτι 2⁰ Q* (superscr Qᵃ) 21 γην] pr την A Μισωρ U+05D0AQ Χελων U+05D0A Ρεφας] Ραφαθ U+05D0* Ρασας U+05D0c.a Ιασσα Q pr επι U+05D0AQ om και Μωφας U+05D0* Μωφας] Νωφαθ U+05D0c.ᵃ Μωηφαθ AQ pr επι U+05D0c.a) Q 22 Δεβων U+05D0 | Δεβλαθαιμ U+05D0A 23 Καριαθεν U+05D0 | om και επ οικον Γαιμωλ U+05D0* hab και επ οικ. Γαμωαβ U+05D0c.a επ 1⁰] επι A Γαμωλα A Γαμωλ Q )

296
[*](B) καὶ ἐπʼ οἶκον Μαών,

καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς.

κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.

μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός.

καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι, Ἰσραήλ, καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν.

κατέλιπον τὰς πόλεις καὶ ιᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύυου.

καὶ ἤκουσα ὕβριν Μωάβ, ὕβρισεν λίαν, ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ,

ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτῷ οὐχ οὕτως ἐποίησεν;

διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν· βοήσατε ἐπ᾿ ἄνδρας Κεὶρ Ἅδας αὐχμοῦ.

ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Ωσερημά· κλήματά σου διῆλθεν θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν·