Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τοῖς υἱοῖς Ἀμμῶν.

Οὕτως εἶπεν Κύριος Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἡ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς; διὰ τί παρέλαβεν Μελχὸλ τὴν Γαλαάδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει;

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ θόρυβον πολέμων. καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρι κατακαυθήσονται, καὶ παραλήμψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτοῦ.

ἀλάλαξον, Ἑσεβών, ὅτι ὤλετο· κεκράξατε θυγατέρες Ῥαββάθ, περιζώσασθε σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἄμα.