Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ,

καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν· καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον, καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα.

καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.

καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σειὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.

Ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν, καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον,

καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει Κύριος.

ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν ἔθνη, παραγγείλατε ἐπʼ αὐτήν, βασιλεῖς ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς Ἀσχαναζέοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.

ἀναβιβάσατε ἐπʼ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.

ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν.

ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες· [*](U+05D0AQ)[*](19 κληρονομια] σ΄ μερις αυτου ραβδος Qmᵍ | Κυριος] + ?? των δυναμεων Qmg 20 πολεμοι inceb U+05D0* | και 1°] καγω A | εκ σου] εν σοι Q 21 δισκορπιω A (διασκ. A¹) | επιβαιην] αναβατην AQ 22 νεανισκον] ανδρα AQ | παρθενον] γυναικα A γυν. αυτου Q | ανδρα] νεανισκον AQ | γυναικα] παρθενον A παρθ. αυτου Q 23 ηγεμονα A | om σου U+05D0 24 Βαβυλωνια A | om πασι Q | κα- τοικουσιν U+05D0A | Χαλδεους U+05D0 | κακιας] αδικιας A | om αυτων U+05D0 | Σιων BᵇU+05D0AQ) 25 κατακυλισω A | επι 2°] απο U+05D0AQ | ενπεπυρισμενον U+05D0 εμπεπυριμμ. U+05D0* vid 26 εις τον αιωνα εση] εση εις τον αιωνα A αιωνιον εση Q 27 γης] + λεγει κς U+05D0* (improb U+05D0c.ᵃ) + σαλπισαται εν εθνεσν U+05D0c.a ᵐᵍ εθνεσι BᵇQᵃ | αυτην 1°] αυτη A* (-την A¹) | βασιλεις αρατε] βασιλειαις Αραρεθ A βασιλειαις Αραρετ Q | Ασχαναζαιοις A Ασκ. Q | βελοστασις U+05D0 (-σεις U+05D0c.b) A 27—28 om ιππον...επ αυτην U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) 27 ιππων U+05D0c.a(?) ᵐᵍ (corr ιππον) 28 εθνη τον] η τ sup ras Bᵃᵇ | τους ηγουμενους] ηγουμενους U+05D0 τους ηγεμονας A | τους στρατηγους] om τους U+05D0 | αυτου 2°] + και πασης της γης εξουσιας αυτου A + ?? ӄ π. τ. γ. της εξουσιας αυτ. Qᵐᵍ 29 ανεστη U+05D0* (εξανεστη U+05D0c.a (?)) 30 εξελειπεν U+05D0c.a A | καθησονται] pr και A | δυναστια U+05D0A | εγενη- θησαν] pr και U+05D0 )

287
ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.

[*](B)

διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται, καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ,

ἀπ᾿ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ οἱ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται.

διότι τάδε λέγει Κύριος Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν καὶ ἤξει ὁ ἀμητὸς αὐτῆς.

κατέφαγέν με, ἐμερίσατό με, κατέλαβέν με σκότος λεπτόν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέν με, ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου·

ἐξῶσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σειών, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ἰερουσαλήμ·

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου, καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς·

καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται.

ὅτι ἄμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων.

ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι, λέγει Κύριος.

καὶ καταβίβασον αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετʼ ἐρίφων.