Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Ἐφράιμ καὶ ἐν τῷ Γαλαάδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ.

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ [*](9 επιστρεψει] εποστρεψει Q 10 παντες] pr και Q | προνομευσαντες U+05D0AQ A | εμπλησθησονται Bᵃ?ᵇU+05D0AQ 11 ευφραιν. BᵃᵇQᵃ | κατακαυχασθε U+05D0 12 η μητηρ υμων σφοδρα sub ?? οι γ΄ Q(ᵐᵍ) | υμων] ημων A | σφοδρα] + ενε- τραπη η τειουσα ημας A + (sub ?? ) ενετρ. η τ. υμας Q | επ] εις Q | εσχατη] pr ?? ιδου Qmᵍ 13 ορης U+05D0* (οργ. U+05D0?) κατ ικηθησεται] κατοικισθησεται Q + εις τον αιωνα A | πασα] + η γη A | σκυθρωπασει] κυ|κλωπασει U+05D0* (σκυθρ. U+05D0c.a(?)) | συριουσιν (ριουσιν U+05D0* συρ. U+05D0c.a (?) )] συριει) Q 14 κυκλω] κυκλοθεν Q | μη] pr και U+05D0 | φισσθαι U+05D0* (φισησθαι U+05D0c.a (?)) | υμων] + παντες οτι τω κω ημαρτεν U+05D0mᵍ 15 αυτην 1°] pr επ AQ | επεσον U+05D0Qa | επαλξις U+05D0* (-ξεις U+05D0c.a (?)) | αυτης 2°] incep ε U+05D0* | om και 2° AQ | θεου] pr του U+05D0Q | εκδι- κειτε] εκδικηται U+05D0 εκδικησαται U+05D0c.a (?) (postea -κητοῖ revoc ut vid) εκδικησατε Q 16 εξολεθρευσατε (εξολοθρ.)] εξωλεθρευσατε U+05D0 | λαον] τοπον A την γην] τον οικον A 17 λεοντες] λεγοντες U+05D0* | εφαγεν] κατεφαγεν Q | οστερος U+05D0* ο υστερος postea ουτος ο υστερον U+05D0? 18 Κυριος] + α΄θ΄ ?? των δυναμεων ο θς Ιηλ Qmg | Βαβυλωνος] pr βασιλεα Bᵃᵇ⁽ᵐᵍ) U+05D0AQ | om επι 2° Q | εξεδικηκα U+05D0* (-σα U+05D0c.a (?)) 19 νεμησονται Q | Εφρεμ U+05D0 | τω Γαλααδ] γη Γ. A | πλησθησεται (πλη|σθ. U+05D0* πλησ|θ. U+05D0?)] εμπλησθησεται AQ* εμπλησθησονται )

282
[*](B) ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ἰσραὴλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελιμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος.

Πικρῶς ἐπίβηθι ἐπʼ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπʼ αὐτὴν· ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.

φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῆ Χαλδαίων.

πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;

ἐπιβήσονταί σοι, καὶ οὐ γνώσῃ ὡς Βαβυλὼν καὶ ἁλώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης.