Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν.

εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;

ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται· προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην ἐνύπνιον.

ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτῶν,

τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ;

ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ· καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπʼ ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;

οὕτως οἱ λόγοι μου, λέγει Κύριος οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ, καὶ ὡς πέλυξ κόπτων πέτραν ;

διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια [*](19 συσσεισμον BbQ | ηξει επι τ. ασ. A | 20 ουκετι] ουκ Q | εως] U+05D0AQ + αν U+05D0AQ | ποιησει U+05D0 | απο] pr ӄ εως αν στηση αυτο Bᵃᵇ A pr ӄ εως αν αναστηση αυτο U+05D0c.ᵃQ | ενχειρηματος A | εσχατων AQ* | νοησουσιν] pr θ΄ ?? νοησει Qmg | αυτο 2°] αυτα AQ 21 τους προφ.] pr α΄ ?? συν Qᵐᵍ | ουδε] ουκ AQ | προς αυτους] αυτοις U+05D0 | επροφητευσαν U+05D0 22 τη υποστασει] om τη Q | om ει 2° U+05D0Q | εισηκουσαν U+05D0 | om αν A | απεστρεφον] αποστρεφειν A + ?? αυτους εκ της οδου αυτων της πονηρας ӄ Qmg | om αυτους U+05D0Q | των επιτηδευματων αυτ. των πονηρων A 23 εγω ειμι] om ειμι U+05D0 + λεγει κς Bab mg U+05D0AQ | ουχι] ου A 24 τις] ανθρωπος AQ | αυτον] + α΄σ΄θ΄ ?? φησιν κς Qmg | τον ουρ.] pr α΄ ?? συν Qmg | την γην] pr α΄ ?? συν Qᵐᵍ 25 α] pr α΄ ?? συν Qmᵍ | om λαλουσιν U+05D0 | προφητευουσιν] pr α AQ | ενυπνιασαμην AQ 26 εν 2°] pr και U+05D0AQ 27 επιλαθεσθαι] + α΄σ΄θ΄ ?? τον λαον μου Qmg | διηγουνται A | τω πλησιον] προς τον πλ. Q | επελαθεντο B* U+05D0 (-θοντο Bᵃᵇ AQ) 28 ενυπνιον 1°] ενεπνιον U+05D0* | αληθιας U+05D0 | σιτον] + ?? φησιν κς Qᵐᵍ 29 ουτως] pr ?? ουχ Q | ουκ ιδου] ουχι U+05D0 ουχ AQ | πυρ] pr φλεγον A + φλεγο| Q | και] pr λεγει κς AQ | ως] ωσπερ U+05D0 | πελυξ] πελυκυς A | πετρον] + (30) δια τουτο ιδου εγω προς τους προφητας λεγει κς ο θς τους κλεπτοντας τους λογους μου εκαστος παρα του πλησιον αυτου (31) ιδου εγω προς τους προφητας τους εκβαλλοντας (incep εκπ ?? εβαλλ. Q*) προφητειας (-πειαν A) γλωσσης (-σση A) και νυσταζοντας νυσταγμον εαυτων (ουτων Q) U+05D0AQ 32 om δια τουτο U+05D0AQ ενυπνια ψευδη] ψευδη ενυπν. A + α΄σ΄ U+05D0 φησιν κς Qmg)

274
[*](B) ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτά, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφελειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν τοῦτον.

καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης Τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος.

ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς οἳ ἂν εἴπωσιν Λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.

οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησεν Κύριος;

καὶ Λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ.

καὶ διὰ τί ἐλάλησεν Κύριος ὁ θεὸς ἡμῶν;

δᾶ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ἡμῶν Ἀνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα Κυρίου·

διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,

καὶ δώσω εἰς ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,

ἀλλά Ζῇ Κύριος ὃς συνήγαγεν ἃπαν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.