Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.

καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται.

καὶ ἀναστήσω αὐτοῖς ποιμένας οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει Κύριος.

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυεὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ ὃ καλέσει αὐτὸν Κύριος Ἰωσέδεκ.

  • Ἐν τοῖς προφήταις.
  • Συνετρίβη ἡ καρδία μου ἐν ἐμοί, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ [*](26 αποριψω (απορρ. BᵇU+05D0Q)] παραδωσω A | την τεκουσαν] pr και U+05D0* (im- U+05D0AQ prob U+05D0c. ᵃ) | γην] + α΄θ΄ ?? ετεραν Qmg | ου] ην U+05D0c.a (mg sinistr) 27 ουτων] + α΄θ΄ ?? του επιστρεψαι Qmg | ου] pr εκει Q | επιστρεψουσιν AQ 28 ητιμωθη] α΄ ?? το στομα εξουδενωμενον εκτετιναγμενον Qmg | εξεριφη (εξερρ. Bᵇ)] + ?? αυτος ӄ το σπερμα αυτου Qmg 30 γραψον] pr α΄σ΄θ΄ ?? ταδε λεγει κς Qmg | του σπερματος] om του U+05D0 | αυτου] + ?? εν ταις ημεραις αυτου οτι ου μη αυξηθη Qmg | καθημενος] pr ανηρ AQ | εν τω Ιουδα] του Ιουδα U+05D0 εν τω οικω Ιουδα A XXIII 1 ποιμενες] οι ποιμεlνεοντες (sic ut vid) U+05D0 οι ποι- μενες A (ποιμαιν.) Q | οι απολλυοντες] pr και U+05D0 οι διασκορπιζοντες U+05D0AQ | διασκορπιζοντες] απολλυοντες A απολλυντες U+05D0Q | ουτων] μου AQ + φησῑl κς Qmg 2 Κυριος] + α΄σ΄θ΄ ?? ο θς Ιηλ Qᵐᵍ | επι] + α΄σ΄ ?? τους ποι- μαινας Qᵐᵍ | δεεσκορπ. U+05D0* (διεσκορπ. U+05D0c.ᵇ) | εξωσατε] απωσατε A | επε- σκεψατε A | εκδικησω AQ | υμων] + α΄σ΄θ΄ ?? φησῑ| κς Qᵐᵍ 3 και εγω] καγω A | τους καταλοιπους] το καταλοιπον A | μου] + ου διεσπειρα αυτους U+05D0 | επι] απο U+05D0AQ | ου] ουκ U+05D0* 4 οι] οις U+05D0* και A | ουδε] ras aliq in ο B? και ου U+05D0A | πτοηθησονται] + ετι A + α΄ ?? oυδε μη επισκεπωσιν Qmg 5 συν|ησει U+05D0* συ|νησ. B? 6 αυτου 1°] εκειναις A | om και 1° Q | Ισραηλ] Ιερουσαλημ U+05D0 | om αυτου 2° U+05D0A | Ιωσεδεκ] Ιωσεικειμ U+05D0* (-σεδεκ U+05D0c.a (?)) 9 συν|ετριβη B* συνε|τρ. B? εν] συν A | ως ανηρ ως ανθρωπος sup ras Aa | ως 2°] ωσει Q | ανθρωπος] in ανος rescr ς Aᵃ? συν|εχομενος U+05D0* συνε|χ. B?)

    272
    [*](B) οἴνου, ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.

    ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρυμὸς αὐτῶν πονηρός, καὶ ἡ ἰσχὺς αὐτῶν οὕτως.

    ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

    διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.