Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσεία τὸν βασιλεύοντα ἀντὶ Ἰωσεία τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,

ἀλλ᾿ ἢ ἐν τῷ τόπῳ οὖ μετῴκισα αὐτὸν ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.

Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεάν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.

ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα [*](3 καταδυναστευσητε U+05D0* (-ται U+05D0c. ᵇ) 4 τον λογον] pr α΄ ?? συν Qmg | εισε- U+05D0AQ λευσεται U+05D0 | βασιλεις (-λεως U+05D0c. ᵃ -λεις rurs U+05D0c.b)] + και αρχοντες A | Δαυιδ Qᵃ | αυτοι] αυτου U+05D0* 5 τους λογους] pr α΄ ?? συν Qᵐᵍ 6 βασιλεως] pr του U+05D0 | συ] σοι U+05D0 | om εις Q | πολις U+05D0* (-λεις U+05D0c. ᵇ) 7 επαξω] εισαξω A | σε] σοι U+05D0 | ολοθρευοντα BᵇU+05D0Qa fort | σου] ου U+05D0* | ενβαλουσιν U+05D0 8 διε- λευσονται] ελευσοντε U+05D0* (διελ. U+05D0c. ᵃ? -νται U+05D0c. ᵇ) | εθνη] + πολλα Q | ερει] ερουσιν U+05D0AQ | τη πολει] της π. U+05D0* | τη μεγαλη ταυτη U+05D0A 9 εγκατε- λιπον Bᵇ vid Qa ενκατελειπον U+05D0* εγκατελειπ. U+05D0c. ᵃ AQ* | θεου] pr του A | αυ- των] pr των πρων Qmᵍ 10 κλαυσατε] + δη Q | οτι...αναστρε sup ras Aᵃ | επιστρεφει] επιστρεψει U+05D0 (αιπ. U+05D0* επ. U+05D0c. ᵇ) Q αναστρεψει A (αναστρε sup ras Aa) | ουδε] και ου μη U+05D0Q | οψεται] ιδη Q 11 διοτι] οτι U+05D0 | Ιωσεια 1°] Ιωαια BᵇU+05D0Q Ιωσιου A | τω βασιλευοντι U+05D0AQ* (τον βασιλευοντα Qᵐᵍ) | Ιω- σεια 2°] Ιωσια BᵇU+05D0AQ | αναστρεψει] ανακαμψι U+05D0* (-ψει U+05D0c. ᵇ) | ετι] ουκετι U+05D0A 12 αλλ] pr οτι Q | μετωκισαν Q 13 ο οικοδομων] pr ω AQ | οικιαν] pr την A | ου μετα δικαιοσυνης] ουκ εν δικαιοσυνη A | πληιον U+05D0* 14 ωκοδομησας] pr α΄σ΄θ΄ ?? ο λεγω| Qmg | συνμετρον U+05D0 | ριπιστα] ευρυχωρα Q* (σ΄θ΄ ριπιστα Q¹ (vid) mg))

270
[*](B) θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.

μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Ἀχὰζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιόν σε ποεῖν κρίμα καὶ δικαιοσ;υνην.

οὐκ ἔγναωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδέ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;

ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλʼ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτό, καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσεία βασιλέα Ἰούδα Καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν Ὣ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμοι κύριε.

ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἰερουσαλήμ.

Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.