Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς [*](B) αἱ πόλεις ἃς κατέστρεψεν Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη, ἀκουσάτω κραυγῆς τὸ πραωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας·

ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας.

ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;