Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἤκουσεν Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς, καὶ οὗτος ὖν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἰερεμίου προφητεύοντος τοὺς λόγους τούτους.

καὶ ἐπάταξεν αὐτόν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.

καὶ ἐξήγαγεν Πασχὼρ τὸν Ἰερεμίαν ἐκ τοῦ καταράκτου, καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὐχὶ Πασχὼρ ἐκάλεσεν Κύριος τὸ ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον.