Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

δὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.

διότι ἔλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδιτε, καὶ εἰς Κηδιὶρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα,

εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται.

ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ κρῖ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.

ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐνατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὥρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἱ οὐ δυνήσονται ὕδωρ συνέχειν.

μὴ δοῦλός ἐστιν Ἰσραήλ, ἢ οἰκογενής ἐστιν; διὰ τί εἰς προνομὴν ἐγένετο;

ἐπ᾿ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν [*](2 Κυριος 2°] + α΄θ΄ ?? εν τη ερημω εν γη μη σπειρομενη Qmg 5 ευ- U+05D0AQ ροισαν A υμων] ημων A 6 αβατω και απειρω A εν 3°] pr και Q ακαρπω] + α΄σ΄θ΄ ?? και σκια θανατου Qmg συθεν] ανηρ BᵃᵇᵐᵍQ ανος U+05D0 | ανθρωπος εκει] εκει υιος ανθρωπου U+05D0Q 7 ηγαγον] εισηγαγον U+05D0Q | om υμας 2° Q εισηλθετε Qᵃ om μου 2° A εθεσθε] και εθεσθαι (sup ras) A θεσθαι Q*vid (εθεσθε Qᵃ) 8 ιερις U+05D0*comm (-ρεις U+05D0c.b) νομου] + μου U+05D0AQ επισταντο A επροφητευοντο A Βαααλ U+05D0* Βαααλ U+05D0c.b 9 om προς υμας. κριθησομαι U+05D0* (hab U+05D0c.a etantea) υμας] +λεγει κε BᵃᵇU+05D0c.aAQ | om υμων U+05D0ante c.a (ha) U+05D0c.a) 10 διοτι] οτι Q ελθετε] διελθατsν ?* (-τε U+05D0iam i (vid) ηλθετε A διηλθατε Q*vid διελθετε Qᵃ Κεττιειν U+05D0 | ειδετε 1°, U+05D0Α 2° U+05D0 | σφοδα U+05D0* (-δρα U+05D01(vid) ιδετε ει sup ras Bᵃᵇ ει η U+05D0* (ει U+05D0c.a) 11 εθνη] pr τα A λαος] λαος U+05D0 (λ ex α fec) ηλλαξαντο U+05D0c.a (postea ruts -ξατο) 12 πλειον] πλιω U+05D0 13 om και 1° U+05D0* (hab ӄ U+05D0c.c) εγκατελιπον BᵃᵇQa εγκατελειπον AQ* ζωης] ζωντος U+05D0c.aAQ) 14 δια τι] διοτι U+05D0c.a (postea revoc δια τι) 15 λεοντες] λεγοντες U+05D0* (γ ras U+05D0c.a,c.b))

226
[*](B) τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι

καὶ υἱοὶ Μέμφεως καὶ Ταφωὰς ἔγνωσάν σε καὶ κατέπαιζόν σου· οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ;

λέγει Κύριος ὁ θεός σου.

καὶ νῖν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηὼν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;

παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἴδε ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει Κύριος ὁ θεός σου.

ὅτι ἀπʼ αἰῶνος συνέτριψας τὸν ζυγόν σου· διέσπασας τοὺς δεσμοὺς σου, καὶ εἶπας Οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.

ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;

ἐὰν ἀποπλύνῃς ἐν νίτρῳ καὶ πληθύνῆς σεαυτῇ ποίαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῖ, λέγει Κύρος.