Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἐὰν ἀποπλύνῃς ἐν νίτρῳ καὶ πληθύνῆς σεαυτῇ ποίαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῖ, λέγει Κύρος.
πῶς ἐρεῖς Οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; ἴδε τὰς ὁδοὺς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας. ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν,
τὰς ὁδοὺς αὐτἢς ἐπλάτυνεν ἐφʼ ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν,
ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν Ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.
ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραήλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν.
τῷ ξύλῳ εἶπαν ὕτι Πατήρ [*](U+05D0AQ)[*](15 ερημον sup ras Q αφανισμον Qmg πολις U+05D0* (-λεις U+05D0c.b) 16 υιοι] pr οι Q κατεπαιζον] κατεπεξαν A om ουχι Q (hab Qmg εποιησεν] ε sup ras A (σαν A *) καταλιπειν] λ ex α fec U+05D0c.b fort 17 σου] ?? εν τω καιρω αγοντος σε εν τη οδω Qᵐᵍ 18 τη οδω (1°)] γη A Γηων] Σιωρ Qmg | οδω 2°] γη A 19 om και γνωθι U+05D0* (hab U+05D0c.a c.b) γτωσι Qᵃ καταλειπειν Q* (-λιπειν Qa) γει κς ο θς (1°) sup ras Aᵃ? ηυδοκησα AQ (ευδ. Qᵃ) | επι] εν A 20 διεσπασας] pr λαι U+05D0c.aAbQb και διερρηξας Q* δουλει κω U+05D0* (-λευσ. U+05D0c.a) om σοι U+05D0AQᵃ παν] πανια A πορνια U+05D0 21 δε] δ Q*|- αληθ. πασον A εστραφη A + α΄σ΄ ?? μοι Q 23 αποπλυνη BᵃᵇU+05D0c.aΑ (αποπρ.) Q ποαν U+05D0AQ εναντιον εμου (μου Κ) εν ταις αδικιαις σου U+05D0Α Κυριος] + ο θς σου A 23 ωλολυζεν U+05D0* (ξεν U+05D0c.a) ωλωλυξεν Q 24 ψυ- κης]| pr της Q* | επιστεφει B (-στρ. U+05D0c.b) | παντες] pr πλην U+05D0* (om U+05D0c.a) 25 αποστρεψ ον] +τον φαρυγγα σασ απο διψους και U+05D0 | om και...διψονς U+05D0 26 οι 2°] ο U+05D0* (οι U+05D0c.c βασιλευς U+05D0* (-λεις U+05D0c.a) om ουτων 2° A)
καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεως σου; ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατ᾿ ἀριθμὸν διόδων τῆς Ἰερουσαλὴμ ἔθυον τῇ Βάαλ.
Ἰούδα, τί λαλεῖτε πρὸς μέ; πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει Κύριος.
μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων, καὶ οὐκ ἐφοβήθητε.
ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἡ γῆ κεχερσωμένη; διὰ τί εἶπεν ὁ λαός μου Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι;
μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός.
τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου,
καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθᾠων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς ἀλλʼ ἐπὶ πάσῃ δρυί
καὶ εἶπας Ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπʼ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σέ, ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον·
ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδοὺς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς καταισχυνθης ἀπὸ Ἀσσούρ, ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.
Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπʼ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς, καὶ ἀνέκαμπτες πρὸς μέ; λέγει Κύριος.
ἆρον εἰς εὐθεῖαν τοὺς [*](27 εστρεψαν] επεστρεψαν U+05D0 28 που] ποι U+05D0 ει] + και nisi potius γαρ U+05D0AQ U+05D0c.a postea ras σωσουσιν (σουσιν U+05D0* σω superscr Bᵃᵇ)] + σε U+05D0AQ σου 2° sup ras circ 5 lilt A¹ κατ bis] κατα Q Ιρουσαλημ U+05D0* (Ιερ. U+05D0c.a) 29 om ησεβησατε...υμεις A 30 παιδιαν U+05D0 (πεδ, U+05D0* παιδ. U+05D0c.ᵇ) ως λε θρευων B*vid ως λεω ολ. Bᵃᵇ | ολοθρευων BᵇU+05D0 ωλεθρευων A 31 λογον] pr τον A εγενομην A εγενηθην Q δια τι] διοτι Q κυριευθησομεθα] δουλευθησομεθα A 32 επελαθετο μου bis scr Q* 33 αγαπησιν] παρακλησιν Q 34 ευρεθη αιματα A et (αιμ. sup ras 8 vel 9 lilt) Qᵃ ψυχων] + α΄θ΄σ΄ ?? πενητων Qᵐᵍ επι] εν A 25 ειπας] + αρψ ?? οτι Qᵐᵍ 36 Εγυπτου U+05D0* (Αιγ. U+05D0c.a,c.b) κατῃσχυνθης BᵃᵇQ ευοδωθηση] ευδοκηση U+05D0* (ευοδοθ. Isic) U+05D0c.a,c.b) III 1 εαν] pr α΄ ?? λεγων Q ποιμεσι Qᵃ 2 τους οφθ. σου εις ευθειαν Q)
καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;
μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης.