Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα,

ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα· ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά· θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται·

aἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται,

ἀργύριον προσβλητὸν ἀπὸ Θαρσεὶς ἥξει, χρυσίον Μωφάζ, καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά·

bαἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ φοβηθῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσιν, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς.

Οὕτως ἐρεῖτε αὐτοῖς Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν [*](24 om η Q | συνιειν ӄ γι|νωσκειν...ελεος και κρι in mg et sup ras Aa | U+05D0AQ γινωσκειν] + με U+05D0c.a (postea ras) Q | ο ποιων] om ο U+05D0Q 25 om ιδου... Κυριος U+05D0* (hab U+05D0c.a) | περιτετμηενους U+05D0* (-τμημ. U+05D0c.a ) περιτετετμ. A 26 Εγυπτον U+05D0* (Αιγ. U+05D0c. ᵇ) | Ιδουμαιαν (-μεαν U+05D0)] pr την U+05D0AQ | υιους 1°] pr παντας τους A | υιους 2°] pr τους A | πανια 1°] παν U+05D0* AQ (παντα U+05D0c.a Q1mg) | περικειρομενον] περικειμενον Q (περικειρ. Qmᵍ) | τα κατα προσ.] Om τα U+05D0 | απεριτετμητα A | οικος] pr ο U+05D0 | απεριτμητοι] απεριτμητος U+05D0A X 1 τον λογον] om τον U+05D0A το ρημα Q | ον] ο Q | ελαλησεν] + κς AQ | εφ υμας] εοφμας U+05D0* (ερμας U+05D0¹fort εφ υμ. U+05D0c.a) 2 των εθνων] om των A | μανθανετε (-νατε B)] πορευεσθαι A | σημειων] θηριων U+05D0* (σημιων U+05D0c.a) | προσ- ωποις] σωπο sup ras U+05D0¹ 3 τεκτονος] br α΄σ΄ ?? χειρω| Qᵐᵍ 4 κεκαλ- λωπισμενα] κεκολαμμενα U+05D0* (κεκαλλοπ. [sic] U+05D0c.a) + εστιν U+05D0AQ 5a om θη- σουσιν αυτα U+05D0AQ | [κεινηθη|σονται...αρθησον[ται]] pr obelos Ba (non inst Bᵇ) | ου πορευσονται sub ?? Q? 9 προσβλητον] προβλητον εστιν U+05D0 | Θαρσις U+05D0 | Μω- φας U+05D0 | χειρ (χερ U+05D0*)] χειρες U+05D0c.aA 5b om μη 2° A | κακοποιησουσιν U+05D0AQ | και] pr αυτα ερομενα U+05D0* (uncis incl U+05D0¹ ερ. imbrob U+05D0c.a item αυτα U+05D0c.c) | αυ- τοις] + θ΄ ?? (6) ποθεν ωσπερ συ κε μεγας ει συ και μεγα το ονομα σου εν δυναμει (7) τις ου μη φοβηθησεται βασιλευ των εθνων οτι σοι ανηκεν οτι εν πασιν τοις σοφοις των εθνων και εν πασι τοις βασιλευσιν ουτων ποθεν ωσπερ συ κε (8) και εισαπαξ εκκαησονται ӄ ασθενησουσι καρδια ματαιων [ασυνετπις νοητισθησοντ, ӄ παιδεια ματαιοτητων εν αυτοις] ξυλον εστιν (9) αργυριον ελατον εκ Θαρσεις φερομενον ӄ χρυσιον εις Σουφειρ εργα τεκτονος ӄ χειρων)

246
[*](B) γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου.

Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὺτοῦ ἐξέτεινεν τὸν οὐρανὸν

καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ.

ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

μάταιά ἐστιν ἔργα ἐνπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.

οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.

ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει ὅπως εὑρεθῇ ἡ πληγή σου.

οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγὴ σου. κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά σου, καὶ κατέλαβέν σε.

ἡ σκηνή σου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις σου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.

ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομή, καὶ διεσκορπίσθησαν.

φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν.

οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.

παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.

[*](U+05D0AQ)[*](χρυσοχοου υακινθος ӄ πορφυρα το ενδυμα αυτω| εργα σοφων παντα (10) ο δε κς θκ αληθινος εστι θς ζων ӄ βασιλευς αιωνιος απο του θυμου αυτου σαλευ- θησεται η γη και ουχ υποισουσιν εθνη την οργην αυτου Qmᵍ 11 υπο- κατωlεν U+05D0* (-τωθεν U+05D0¹) 12 ο ανορθωσας (ανοθ. U+05D0* ανορθ. U+05D01 (vid))] om ο Q* vid | τη φρονησει] pr εν Q ουρανον] θ΄ ?? εις φωνη| δοντος αυτου Qᵐᵍ 13 γης] ης U+05D0* (γης U+05D0c) | φως] ανεμους Q | αυτου] αυτων U+05D0* (-του U+05D0?) 14 κατεσχυνθη U+05D0* καταισχ. U+05D0c.b | εχωνευσαν U+05D0Q 15 εμπεπαιγμενα Bᵃᵇ U+05D0c.b (εμπαιπ.) AQ | 16 μερις] pr η Q | αυτος] + α΄θ΄ ?? εστι ӄ Ιηλ ραβδος Qmg | αυτω] αυτου A 17 κατοικουσα] pr η A 18 θλιψει] + και εκθλιψω αυτους Qmg 19 αργηρα U+05D0* (αλγ. U+05D0c.a, c.b) | καγω] και εγω AQ | σου 3°] om A μου Q | και] ουκ A | εκατελαβεν A | σε] με AQ 20 σου bis] μου Q | ωλετο] ωχετο U+05D0* (ωλ. U+05D0c.ᵃ) | δερρις U+05D0* (-ρεις U+05D0c.b) | μου 1°] μοι A* vid 21 ποιμενες] + μου A | ηυφρονευσαντο A | ουκ 1°] κ U+05D0* (ουκ U+05D0c. ᵃ) | εζητησαν] εξεζητ. U+05D0AQ | ενοησεν] ηνομησεν U+05D0* (ενοησ. U+05D01.c.a) 22 πολις U+05D0* (-λεις U+05D0c.ᵇ) | Ουδα A* (Ιουδ. A¹) 23 Κυριε] κν U+05D0* vid (κε U+05D0¹) | ουχι] pr τ U+05D0* (postea ras) | πορειαν (-ριαν A)] πονηριαν U+05D0* (ποριαν U+05D0c.c (vid)) 24 ποιησεις (-σις U+05D0* -σεις U+05D0c.b) U+05D0A)
247

ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἱ τὸ [*](Β) ὄνομά σου οὺκ ἐκεκαλέσαντο. ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτόν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.