Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψωμεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ·

τάδε λέγει Κύριος σαβαώθ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται.

ἀλλ᾿ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ ῾Ρασείν· ἀλλ᾿ ἔτι ἐξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφράιμ ἀπὸ λαοῦ.

καὶ ἡ κεφαλὴ Ἐφράιμ Σομορών, καὶ ἡ κεφαλὴ Σομορὼν υἱὸς τοῦ ῾Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Καὶ προσέθετο θετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ λέγων

αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.

καὶ εἶπεν Ἀχάζ Οὐ μὴ αἰτήσω, οὐδ᾿ οὐ μὴ πειράσω Κύρων.

καὶ εἶπεν Ἀκούσατε δή, οἷκος Δαυείδ. μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;

διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

βούτυρον βούτυρον καὶ μέλι φάγεται· πρὶν ἤ γνῶναι αὐτὸν προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν·

διότι πρὶν ἢ γνῶναι τὸν παιδίον ἀγαθὸν ἡ κακόν, ἀπειθεῖ πονηρίᾳ. τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἥν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.

ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἵ οὔπω ἦκασιν ἀφ᾿ [*](3 υιος] αδελφος Α. om του 1° ℵΒ. 5 περι σου βουλ. πον. λεγοντες ℵ om περι σου λεγοντες Β. περι] κατα 22 al. λεγοντες] pr Εφραιμ και o υιος του Ρομελιου V 22 (62) al. 6 Ιουδαιαν] Ιδουμαιαν Α + και κακωσωμεν αυτην 22 (51) al. αποστρεψομεν Β pl. αυτοις 2°] αυτης Mss exc ΑΓ 24 41 104 305. 7 μεινη Β pl. 14 αυτος] αυτοις Α a?. εξει] λημψεται Β pl. καλεσεις] καλεσει ℵ καλεσετε Q* 22 al καλεσουσι [Γ] 26 106 al. 15 προελεσθαι] pr η MSS exc A 93 conj. προεσθαι Schleusner περιελεσθαι Ed. εκλεξεται] εκλεξασθαι ℵ*Β al. 16 απειθει] conj. απωθει Wolf απειθειν Schleusner. πονηριαν 93 305. om του ℵB al. αυτων] των δυο βασιλεων ΜSS exc A.)

12
ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἦ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων·

καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξιν τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἷς τὸ. σπήλαια καὶ ἐπὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ θρέψει ἅνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα·

καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὃ καταλειφθεὶς ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἷς χέρσον ἔσονται καὶ ἄκανθαν·

μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ·

καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτρια θήσεται· καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἷς βόσκημα προβάτου καὶ εἷς καταπάτημα βοός.