Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἐν γὰρ τῷ πυρὶ Κυρίου καταναλωθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ αὑτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.

οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἷς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕιον καὶ τὸ. βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ καταναλωθήσονται, εἶπεν Κύριος.

Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.

καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἷς τὰ ἔθνη, εἷς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μόσοχ, καὶ Θοβὲλ καὶ εἷς τὴν Ἑλλάδα καὶ εἷς τὰς νήσους τὰς πόρρω, οἲ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.

καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἷς τὴν ἁγίαν πόλιν Ἰερουσαλήμ, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἶ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.

καὶ ἀπ’ αὐτῶν λήμψομαι ἐμαυτῷ ἱερεῖς καὶ Λευίτας, εἶπεν Κύριος.

ὃν τρόπον γὰρ ὃ οὐρανὸς καινὸς καὶ ἦ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.

καὶ ἔσται [*](13 om οτι MSS exc. Α. 14 οψεται] οψεσθε MSS exc AQ. σεβομενοις· φοβουμενοις Β 22 al qui colunt cum Iren-lat. 15 εκδικησιν]+ αυτου BQ 21 al. αποσκορακισμον]+αυτου Β 21 αἱ. 16 καταναλωθησεται] κριθη, σεται MSS exc A. 17 κρεα AQ* al. 18 αυτων 2°]+επισταμαι (22 al) pl. 19 σημειον ℵ*B pl signum Cyp (Test i 21). εις Θοβελ Β. και τας νησους BQ 49. ουτε ουτε B. so τας θυσιας αυτων εμοι ℵB al. 21 εμαυτω] εμοι ℵQ 26 al om B al.)

104
μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἰερουσαλήμ, εἶπεν Κύριος

καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὃ γὰρ σκώληξ αὐτῶν οὗ τελευτᾷ, καὶ τὸ πῦρ αὐτῶν οὔ σβεσθήσεται, καὶ ἔσονται εἷς ὅρασιν πάσῃ σαρκί.

ΗΣΑΙΑΣ ΠΡΟΦΗΤΗΣ.

[*](23 του προσκυνησαι ενωπιον εμου εν Ιερ. Β ενωπ. εμου προσκυν. εν Ιερ. 8 ενωπιον μου εν Ιερ. προσκυνησαι Q. Κυριος] om A*. 24 τελευτησει MSS exc A.)