Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

διὰ τί σου ἐρυθρὰ τὰ, ἱμάτια, καὶ τὰ, ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὔκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἷς γῆν.

ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὑτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.

καὶ ἐπέβλεψα, καὶ οὐδεὶς καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.

καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὑτῶν εἷς γῆν.