Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ μνήσθητε τὸ. πρότερα [*](21 παρεξ εμου] pr αλλος Α?. 22 προς με] επ εμε Bab εφ ημας Β*vid om πλην εμου...παρεξ εμου MSS exc A?. 23 ει μην ει μη ℵ*B al η μην Qa 26 al. txt ℵc.bAQ* 62 86. εξομολογησεται] ομειται ℵ) B 9.1. τον θεον ℵ*)Β al. 24. ηξουσιν] ηξει ℵ*Β pl. αφοριζ.] διοριζοντες ℵ*Β pl. 25 ενδοξασθησεται ℵΒ al. om και 2° MSS exc XLVI 1 Δαγων] αβω Β Νεγω 62. τα κτηνη Β. αιρετε] εδεται Α ελετε?). 2 κοπιωντι εκλελ. και πεινωντι Β al. ου μη δυνωνται ου δυνησονται ℵΒQ pl. 3 ακουετε ℵ*B al. απο] εκ ℵRQ pl. 4 γηρως ℵc.bBQ pl. ανησω] ανοισω? 6 μαρσιππιου ℵΑ?ΒQ al. αυτο] αυτοις BQ al αυτω ℵ 22 87 al om 106 txt A (49) 90 109 144. 7 επι του ωμου Β pl. πορευσονται ℵ* 49 91 πορευεται 22 al. εισακουση BQ pl. σωση ℵBQ pl.)

75
ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἶμι ὅ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ,

ἀναγγέλλων πρότερον τὸ. ἔσχατα πρὶν αὐτὸ. γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω·

καλῶν ἀπ’ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὦν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.

ἥγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὗ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἷς δόξασμα.

Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος· εἴσελθε εἷς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.

λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι τὰς κνήμας, διάβηθι ποταμούς.

ἀνακαλυφθήσεται ἡ αἰσχύνη χύνη σου, φανήσονται οἶ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις·

εἶπεν ὁ ῥυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ.

κάθισον κατανενυγμένη, εἴσελθε εἷς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.

παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα,

καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὸ. ἔσχατα.

Νῦν δὲ ἄκουσον ταῦτα, ἡ τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἐτέρα, οὗ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν. νῦν δὲ ἥξει ἐξέφνης τὸ.

δύο ταῦτα ἐν μιᾷ χηρία καὶ ἀτεκνία, ἥξει ἐξέφνης ἐπὶ σέ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύι. τῶν ἐπαοιδῶν σου σφόδρα,

τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἴπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· γνῶθι ὅτι ἢ σύνεσις τούτων [*](10 om αυτα Β. 13 δοξασμα] δοξαν ℵ* .26. XLVII 1 om την Β 51 εἰ. εισελθε εις το σκοτος] καθισον εις την γην B ουκ εστι θρονος 41 al. 4 om ειπεν ℵ*B 22 pl. 6 εδωκα αυτους ℵΒ pl. 8 ακουε ℵ*Β pl. om η ° B al. B om τη ℵ*B pl. 9 om ηξει °. . .ατεκνια Β* (106). 10 om οτι ℵ*Β al. συνεσις] συνεις A. τουτων] + εσται ℵ*Β al.)

76
καὶ ἦ πορνεία σου ἔσται σοι αἰσχύνη· καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.

καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὗ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξέφνης ἀπώλεια καὶ οὐ μὴ γνῷς.

στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, εἳ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσει ὠφεληθῆναι.

κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.

ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ· οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ’ αὐτούς.

οὓτοι ἔσονταί σοι βοήθεια· ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἅνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη· σοὶ δὲ οὐκ ἔσται σωτηρία.