Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ. γλυπτὰ αὐτῶν εἷς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ. καταδεδεμένα ὡς φορτίον κοπιῶντι,

καὶ πεινῶντι καὶ ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ μὴ δύνωνται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

Ακούσατέ μου, οἶκος τοῦ Ἰακώβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἀπὸ παιδίου·

ἕως γήρους ἐγώ εἶμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.

τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἶ πλανώμενοι,