Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι.

Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνων· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος.

Οὕτως λέγει Κύριος ὅ ποιήσας τὸν οὐρανόν, οὗτος ὅ θεὸς ὅ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὑτήν, οὐκ εἷς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι, Ἐγώ εἶμι, καὶ οὐκ ἔστιν ἔτι.

οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἶ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὑκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς πρὸς θεοὺς οἳ οὔ σώζουσιν·