Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν παρὲξ ἐμοῦ σώζων.

ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ [*](25 κατισχυσεν αυτους (om επ) BQ pl. XLIII 1 ο πλάσας] pr και Β pl. 4 om πολλους Β al. 7 επλασα] + αυτον ℵ*Β pl. 8 κωφα Q* 22 26 pl surdas aures Tyconius 9. τα ωτα MSS exc A. 9 και ακουσατωσαν και ειπατ. αληθη Β om και ακουσατωσαν ℵ*Q 97. 10 om μοι 2° ℵBQ al. 12 υμιν] ημιν B.)

69
μάρτυς, λέγει Κύριος ὁ θεός·

ἔτι ἀπ’ ἀρχῆς, καὶ οὒκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

Ουτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἷς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεηθήσονται.

ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ· βασιλέα ὑμῶν.