Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

(Ὠιδή.) Προσευχὴ Ἑζεκίου βασιλέως Τῆς Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.

Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου τὰ. ἔτη τὸ, ἐπίλοιπα.

εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὗ μὴ ἴδω ἄνθρωπον.

ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὃ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ’ ἐμοὶ στὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ [*](XXXVIII I οτι αποθνησκεις] αποθνησκ. γαρ MSS exc A. 5 πορευθητι MSS exc A 106. προς Εζεκιαν] Εζεκια MSS exc A 86 106 239 306. om της φωνης Β pl. 6 σωσω] ρυσομαι Β pl. σε] + και την πολιν ταυτην Β pl. υπερασπιω υπερ τ. πολεως ταυτης Β pl. 7 ποιησει o θεος Β pl. 8 στρεφω] pr εγω ℵB pl (στρεψω Β a). om o ηλιος 1 πατρος σου]+ο ηλιος Β. 9 om ωδη ℵBQ pl. om της 1° B 62 147. 10 ημερων μου]+πορευσομαι ℵc.aQmgΓ. αδου]+καταβησομαι Q 11 επι της γης] επι γης ζωντων ουκετι μη ιδω το σωτηριον του Ισραηλ επι γης Β. ανθρωπον]+μετα κατοικουντων V 22 (26) pl. 12 εκ της συγγενειας] pr εξελιπεν Β (-πον 22 pl). λοιπον] επιλοιπον ℵΒ al. καταλυων Β. ως ιστος το πνευμα μου παρ εμοι εγεν. Β. εριθου εριζου Α.)

61
παρεδόθην ἕως πρωὶ ὡς λέοντι, οὕτως τὸ. ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἔως τῆς νυκτὸς παρεδόθην.

ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

εἵλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέριχας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.

οὐ γὰρ οἶ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήουσίν σε, οὑδὲ ἐλπιοῦσιν οἶ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

Κύριε τῆς σωτηρίας μου· καὶ οὗ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. καὶ εἶπεν Ἑζεκίας Τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἷς τὸν οἶκον Κυρίου τοῦ θεοῦ.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ υἱὸς τοῦ Λααδὰν ὃ βασιλεὺς Τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Ἐζεκίᾳ· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου ἀνέστη.

αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἑζεκίας χαρὰν μεγάλην, καὶ ἔδειξεν καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὑτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν αὐτοῖς Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ ἦλθεν Ἠσαίας ὃ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν [*](13 λεοντι] λεων (22) 48 106 al. συνετριψεν πάντα τα οστα μου Β (om ουτως B*). om της 2° B. 14 μελετω Bab (-τησω B*fort). pr (και ειπα αυτω) και αυτος εποιησεν καθοδηγησεν πάντας ενιαυτους μου επι τικριαν ψυχης μου QmgV. εζησα] + ιδου εις ειρηνην πικρια μοι QmgV 36 62 al. 17 om μου 3° A*?B. 18 οm οι 3° ἔθ’. 20 Κυριε] 22 0111 το B. σημειον]+προς Εζεκιαν Β. om Κυριου ℵ*Β pl. XXXIX 1 Μαρωδαχ Βαλαδαν o υιος του Βαλαδαν Β. 0111 Εζεκια Β. 1 om χαραν μεγάλην Β 22 al. αργυριου. . .χρυσου. . .στακτης. . .θυμιαμ. . .μυρον Β al. om αυτοις ℵ*B al.)

62
καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἅνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Ἠσαίας Τί ἴδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὸ. ἐν τῷ οἴκῳ μου ἴδοσαν, καὶ οὔκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὸ, ἐν τοῖς θησαυροῖς μου.

καὶ εἶπεν αὐτῷ Ἠσαίας Ἄκουσον τὸν λόγον Κύριου σαβαώθ.

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐ μὴ καταλίπωσιν οὐδέν· εἶπεν δὲ ὃ θεὸς

ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.

καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Ἀγαθός ὃ λόγος Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.