Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ εἶπεν πρὸς αὑτὸν Ἐλιακεὶμ καὶ Σόμνας ὃ γραμματεὺς καὶ Ἰωάχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἶνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνδρῶν τῶν καθημένων ἐπὶ τῷ τείχει ;

καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους ; οὐχὶ πρὸς τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ’ ὑμῶν ἅμα;