Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἶ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.

ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποκαὶ δόσεως κρίσεως Σιών

στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἷς θεῖον· καὶ ἔσται αὐτῆς ἦ γῆ καιομένη ὥς πίσσα

νυκτὸς νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἷς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἷς γενεὰς ἐρημωθήσεται.

καὶ καὶ κατοικήσονται ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες· καὶ ἐπιβληθήσεται ἐπ’ αὐτῇ σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ABBREV ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

οἶ ἄρχοντες αὐτῆς οὔκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἶ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.

καὶ ἀναφύσει εἷς τὰς πόλεις αὐτῶν ἄκανθα, καὶ εἷς τὸ, ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνωι καὶ αὐλὴ στρουθῶν·

καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις, καὶ [*](XXXIV 1 om ενοικουντες ℵ BQ al. 2 τον αριβμον] pr παντα 22 al. 4 και ελιγησ.] pr και τακησονται πασαι αι δυναμεις των ουρανων Β al. ως βιβλ. o ουρανος Β 22 al. 5 απωλειας] γης ℵ *. 6 του Κυριου Β. αρνων] απο αιματος τραγων και αμνων Β 22 al. om γη ℵ BQ pl. 8 αντα. ποδωσεως ΑΓ. 9 αυτης η γη] η γη αυτης Β αι πηγαι αυτης 62 147. ως πισσα καιομενη Β pl. 10 γενεας] +αυτης Β. ερημωθησεται] + και εις χρονον πολυν ℵ * Β al add και ουκ εσται o διαπορευομενος δι αιντης ℵ c.a 22 al. 11 κατοικησουσιν ℵ Q al. ορνεα και εχιν. κ. ειβεις κ. κορακες κατοικησουσιν εν αντη Β. επ αυτην BQ al. 12 om και οι αρχοντες αυτης 22 26 al. om αντης και οι αρχ. αυτης B *. 13 ακανθα] ακανθινα ευλα MSS cxc A.)

54
βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν.

ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὸ. παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ ἔλαφοι συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων·

ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐξεζήτησαν, ὅτι Κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.

καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὑτοῦ διεμέρισεν βόσκεσθαι· εἷς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἷς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ’ αύηῆς.

Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον,

καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὃ λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.

ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλεφοβεῖσθε·

παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὃ θεὸς ἡμῶν κρίσιν ἀνταποδώσει καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει

τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.

τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ,

καὶ ἡ ἄνυδρος ἔσται εἷς ἕλη, καὶ εἷς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη.

ἐκεῖ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἐκεῖ ἔσται ὁδὸς ἀκάθαρτος· οἶ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς, καὶ οὗ μὴ πλανηθῶσιν.

καὶ οὔκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὗ μὴ ἀναβῇ ἐπ’ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύευρον [*](14 γαρ] ευροντες Β. 15 συνηντησαν ελαφοι Β συνηντ. (οι) ικτινες 22 al. 16 εζητησαν ℵ B al επιζητησουσιν 22 al. αυτοις ενετειλατο MSS exc AQ 86 198 αυταις (26 106) 24 al. αυτας] αυτα ℵ * Β αυτους 22 al. 17 om εις ℵ * B (22) 93 al. κληρονομησα. . . Α κληρονομησεις Β pl txt 41 106 al. XXXV 1 om η MSS exc Α 1. 2 εξανθησει] + και υλοχαρησει 22 al. 4 ανταποδωσει 1 °] ανταποδιδωσιν MSS exc A. 6 om o ℵ * Β 48. και τρανη] τρανη δε Β. 7 εσται η ανυδρος Β pl. 8 εσται exec ℵ B pl. ουδε εσται ℵ ΒQ al ουδε εστ. ετι εκει 22 al. 9 των πονηρ. θηριων Β. επ] εις Β 22 al.)

55
σονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι διὰ Κύριον· ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ’ εὐφροσύνης, καί εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ καταλήμψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.