Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

άδε λέγει Κύριος Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιών.

παίζουσαι, καὶ Κύριος ἀποκαλύψει τό σχῆμα αύτῶν

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αύτῶν, καὶ τοὺς κόσμους αύτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους,

καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν,

καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης αύτῶν, καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια,