Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέως, οἶ μεθύοντες ἄνευ οἴνου.

ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὃ θυμὸς Κυρίου, ὣς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν· ταῖς χερσίν,

καὶ τοῖς ποσὶν καταπατη- θήσεται ὃ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφράιμ.

καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὅρους Καὶ τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὃ ἰδὼν αὐτό, πρὶν ἢ εἷς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὃ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης, τῷ [*](9 θω] θωσιν MSS exc A positerit Hieron. 10 αναπαυσονται]+ποιμνιο Ed Rom (22corr al). 11 μετα] pr και MSS exc ℵA 301. παν] ουθεν 22 al. ελεηση Mss exc A 106 301. 12 συμφραξει] συνταραξει ℵΓ 301 συρραξει V. Κυριος] o θεος B. κατα ενα τους υιους Ισραηλ Β. 13 om εν 2° RBQ al. απολομενοι 1°] απο ανατολων Α. προσκυνησωσιν Α. om εν 5° B 91. XXVIII I om εκ 24 36 62 87 pl. παχεος ℵBQ pl. 2 αναπαυμα Β. ταις χερσι] pr και ℵ*Γ 87 al. 3 καταπατηθ.] pr και ℵ*Γ 22 41 106 pl. om του RB 22 198 pl. 4 ελπιδος της δοξης] ελπιδος της ζωης Β δοξης τ. ελπιδος Q+αυτου 22 al. om η Β al. λαβειν]+αυτο ℵ*Β pl. 5 εσται κυριος σαβαωθ bis Α. πλεκεις ℵ*Β.)

42
καταλειφθέντι μου λαῷ

καὶ καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως οὗτοι γὰρ οἴνῳ πεπλανημένοι ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

οὗτοι γάρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστιν φάντασμα.

ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη ἡ βουλὴ ἕνεκεν πλεονεξίας.

τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ.

θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

διὰ φαυλισμὸν χειλέων, διὸ. γλώσσης ἑτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ,

λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὔκ ἠθέλησαν ἀκούειν.

καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ θεοῦ θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσιν καὶ πέσωσιν εἷς τὰ. ὀπίσω, καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.