Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

κατέπιεν ὅ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὃ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν.

καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὃ θεὸς ἡμῶν ἐφ’ ᾦ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα καὶ εὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ. ἡμῶν.

ὅτι ἀνάπαυσιν δώσει ὃ θεὸς ἐπὶ τὸ ὅρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·

καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφ᾿ ἃ τὰς χεῖρας ἐπέβαλεν· τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.

Ὠιδή.

Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ἰούδα, λέγοντες Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῖν θήσει τεῖχος [*](4 om ευλογησουσιν σε ΒQ* 31. 5 Σιων]+οτι ρυση αυτους ℵ* 24 87 31. 6 τουτο]+ποτον λιπασματων ποτον τρινγιων (22 48) 51 31. 7 μυρον]+τρυγιων διυλισμενων και καταπιεται V+και παραδοθησονται εν τω ορει τουτω παραδοσει και καταπιεται 36 51 (62) 31. παντα ταυτα ℵΒV 22 al. 8 ο θεος] pr Κυριος Β (V 109 305 e sil). 9 ηλπιζομεν]+ και σωσει ημας ουτος Κυριος υπεμειναμεν αυτω Mss exc ℵΑQΓ 26 49 87 91 106 198 301 309 in quem speranimus et exsultavimus in salute nostra Iren-lat IV ix 2. ευφρανθημεν Α a? 26 106] ευφρανθησομεθα (Α*?) ℵΒQ mg 31 om Q* 49 198. 10 om οτι Β 22 al. πατωσιν A. 11 εφ α] εφ ην ℵ εφ η 26 εφ ο 36 31 εφ ω 62 106 3.1. 12 καταβησονται Β 22 31. του εδαφους] om του Q (51) 301+εως κονεως 22 al XXVI 1 ( 9) om ωδη ℵBQ pl. om λεγοντες ℵ*Β. οχυρα] ισχυρα Β 22 31. ημιν] ημων ℵc.b V 22 pl om B txt ℵ*AQΓ 24. 26 106. τειχος] pr το Β.)

39
καὶ περίτειχος.

ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν,

ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπι σοὶ

ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὅ μέγας ὅ αἰώνιος,

ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως τοῦ ἐδάφους,

καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν.

ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.

ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ