Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν.

καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.

καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;

ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον.

ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.

Κύριος γὰρ ἐκέρασεν αὐτοῖς [*](ΧΙΧ 1 η καρδια. . .ηττηθησεται MSS exc A 49 106. 2 επεγερθησεται] pr και ℵc.a al pr πολεμησει και ℵ* om Β* pl txt A 36 106. 3 om και τους γνωστας BQ 31 (cf 1 Sam xxviii 3). 6 και εν π. ελει] και παν ελος 22 al. 7 om παν 2° B*. 8 αγκιστρα Β 109 305. 10 διαζομενοι ℵc.b vid 26 49 106 301] διαλογιζομενοι ΑQ* εργαζομενοι ℵ*ΒQ mg pl. ποιουντες τον ζυθον Β(Γ) pl. 13 εξελειπον ΑQ*Γ 301.)

30
πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὃ μεθύων καὶ ὃ ἐμῶν ἅμα.