Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας,

ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν· τί αὐτοῦ ἐπέκεινα ,- ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ Τῆς γῆς

πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὅρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.

ὅτι οὕτως εἶπέν μοι Κύριος Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται.

πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὸ. βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ καὶ κατακόψει,

καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ παντᾶ τὸ. θηρία τῆς γῆς ἐπ’ αὐτὸν ἥξει.

ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἷς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει τοῦ ποταμοῦ τῆς χώρας αὑτοῦ, εἷς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου σαβαώθ, ὅρος Σιών.

[*](13 αυτον 1°] αυτους 22 24 31. αυτον 2°] αυτους 22 24. 36 χουν ΑΓ 22 26 31 χνους ℵ* 26 109 147 305. 14 εσται] pr και Β. τοις υμας ημας Q a 106) κληρονομησασιν (-σουσιν ℵ*) XVIII 2 om αγγελοι Q. ξενον] ξεστον conj. Schleusner. τι] τις MSS exc Α 106. επεκεινα] επειδη 106. κατεπατημενον Α. νυν]+νυν Α. 3 ωσει] ως εις Β* 26 al. αρθη] αρθησεται ℵΓ. 4 οτι] διοτι MSS exc ℵAQ 26 49 106 301. μοι ειπεν BV 62 147. κυματος A*vid, 5 ανθησε(??) ℵΒV 51 31. κατακοψει] αποκοψει Β pl MSS exc ℵAQΓ 24 26 49 301. 7 τεθλιμμενου και τεταπεινωμενου (36vid) 49 al (τεθλιμμ. και τετιλμενου και ταπεινου δὲ). om του 2° MSS exc A 106. σαβαωθ 2°]+επεκληθη ℵ 24 + επικεκληται 22 31.)
29

Ὅρασις Αἰγύπτου.

Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ αἱ καρδίαι αὐτῶν ἡττηθήσονται ἐν αὐτοῖς.

καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾿ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἅνθρωπος τὸν πλησίον αὐτοῦ, ἐπεγερθήσεται πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.

καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας.

καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. τάδε λέγει Κύριος σαβαώθ.

καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται·

καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ἐκλείχουσιν πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου,

καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ, τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.