Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὁ ᾄδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ [*](19 απο βασιλεως B θπο βασιλεων 22 all. 20 αναπαυσονται ℵBQ pl. αι οικιαι MSS exc A. ορχηθησονται Α 306 (ορχισθησ. 106) ορχησεται 36 al.) [*](XIV 1 επι 2°] προσ MSS exc A 106. 2 του θεου]+αυτων ℵ 26 36 49 om B. 3 om εν BV 22 al. ο θεος] Κυριος B al. εκ] απο ℵ*B al. δουλειας Β+σου ℵB al. 4 om εν τη μη. εκεινη B (22 48 ⋇). 5 ο θεος] Κυριος B pl. 8 Λιβανου 1°] δρυμου ℵ 49 om 106. 9 οι αρξαντες] οι αρχοντες ℵ* τους αρξαντας 36 al om 301.)

23
ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν.

πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης.

κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ, ἔθνη.

σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὅρη τὸ, ὑψηλὰ τὰ πρὸς βορρᾶν,

ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.

νῦν δὲ εἷς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἅνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ καὶ τὰς πόλεις καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν.

πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ.

σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ. πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἐν αἵματι ἱμάτιον πεφυρμένον οὐκ ἔσται καθαρόν,

οὔτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἷς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.