Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν Κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον·

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἡ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.

Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι

Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σειλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥασσὼν καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφʼ ὑμῶν,

διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖ. χος ὑμῶν,

καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνπτὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθʼ ἡμῶν θεός.

γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐπʼ ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.

καὶ ἣν ἂν βουλεύσησθε βουλὴν διασκεδάσει Κύριος. καὶ [*](U+05D0AQΓ) [*](25 επελθῃ U+05D0vid ου μη] pr και AQ καταπατημα] pr εις U+05D0c.b AQ VIII 1 καυτω U+05D0* σεαυτω U+05D0c.a a τομον] χαρτου A α᾿ κεᾳφαλιδα μεγαλην σʼ τευχος μεγα Qᵐᵍ εις αυτον] εκει U+05D0* (εις αυτ. U+05D0c.b ) 2 Oυριαν BᵇU+05D0AQΓ ?? οi γʼ τον ιερεα Qᵐᵍ Ζαχαριαν] pr τον U+05D0AQΓ 3 προσ- ηλθεν U+05D0AQ (de Γ non liq) γατρι U+05D0* (γαστρ. U+05D01,c.b ) rescr σκυλευσο A¹ 4 ληψεται Q | δυναμιν] pr ?? την Qᵐᵍ Σαμαρειας] ας scr ut vid Bᵃ Σα- μαριας U+05D0Q* (ρειας Qᵃ) 5 ετι] + ?? λεγω Qᵐᵍ οτι Γ 6 Σιλωαμ AQΓ οι γʼ ομοιως Σιλωα Qᵐᵍ Ρασσων] τον Ραασσων U+05D0AQΓ vid οι γ ομοιως Ρασιν Qᵐᵍ Ρομελιου] pr (θʼ superscr) του QΓ 7 αναγει κς U+05D0AQΓ βασιλεαν U+05D0 | Ασσυριων] Ασσ sup ras 4 fort litt A¹ την δοξαν] τ. δυναμιν U+05D0 pr πασα[ν] Γ 8 Ιουδεας U+05D0 | η 1⁰] ει U+05D0c. ᵇA συντελεσαι A om ωστε πληρωσαι A το πλατος] τα πλατη A οι γʼ ομοιως Qᵐᵍ om σου Γ μεθ ημων ο θεος] c Seqq coniung U+05D0c.ᵃ adnot η εβραικη λεξις αντι του μεθ ημ. ο θς Εμμανουηλ περιεχει ӄ αυθις εν τω τελει ..οτι μεθ ημ. ο θς μμανουηλ ειρηται ᵐᵍ 9 [επακουρατε.. παλιν 1⁰] pr obelos Bᵃ (non inst Bᵇ) επακουσετε AQ (σεται Q*ᵛⁱᵈ .σετε Qa) om επ B?ᵛⁱᵈ U+05D0AQΓ om γαρ παλιν Q* (hab Qᵐᵍ) om ισχυσητε παλιν U+05D0* (hab ισχυσηται π. U+05D0ᵃ, c.b) 10 ην] ης U+05D0* (ην U+05D0c.a, c.b ᵇ))

115
λόγον ὃν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ θεός.

[*](Β)

οὕτως λέγει Κύριος Τῇ ἰσχυοᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὀδοῦ τοῦ λαοῦ τούτου, λέγοντες

Μή ποτε εἴπωσιν σκληρόν· πᾶν γὰρ ὃ ἂν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδέ μὴ ταραχθῆτε·

Κύριον αὐτὸν ἁγιάσατε, καὶ οὐτὸς ἔσται σου φόβος.

κἂν ἐπʼ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε οὐδέ ὡς πέτρας πτώματι. οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἰερουσαλήμ·

διὸ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ.

Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.

καὶ ἐρεῖ Μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ.

ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σειών.

καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἐνγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ ἐκζητήσουσιν; τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς;

νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ.

καὶ ἥξει ἐφʼ ὑμᾶς σκληρὰ λιμός. καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε [*](10 λογον] pr τον A ον] + εαν U+05D0AΓ λαλησε inceb U+05D0* (λαλησητε U+05D0¹) | U+05D0ΑQΓ ενμινη U+05D0* ενμειν.U+05D0c.b om υμν U+05D0QΓ ο θεος] pr κς U+05D0AQΓ αʼθʼ ισχυρος Qᵐᵍ 11 Κυριος] + ο θς A 12 om ποτε U+05D0Γ ειπωσιν] ειπητε U+05D0 ( ται) AQΓ αν] εαν U+05D0QΓ ουδε] ουδ ου A 13 Κυριον] pr ?? αθʼ τον Qᵐᵍ ?? σ᾿θ᾿ των δυναμεων Qᵐᵍ φοβος] βοηθος U+05D0 14 καν] και εαν U+05D0ΑQΓ σοι] σου U+05D0* (σοι U+05D0c.b ⁽ᵛⁱᵈ⁾) Q καi 1⁰ .. . προσκομματι] αʼθʼ ӄ εις λιθον προσκομματος Qᵐᵍ συναντησεσθε] + αυτω U+05D0ΑQ ουδε] ουδ U+05D0 | ουδε ως πετρ. πτωματι] α’ ӄ εις στερεο σκανδαλου θʼ ӄ εις πειρα πτωματος Qᵐᵍ οι δε οικοι] ο δε οικος QAQ* (οι δε οικοι Qᵃ et mg) Γ α᾿σ᾿θ᾿ τοις θυσιν οικοις Qᵐᵍ εν κοιλασματι] α’ εις σκωλον Qᵐᵍ ενκαθημενοι U+05D0Γ 15 [αλωσον]ται... ασφα[λεια )] pr obel Bᵃ (non inst Bᵇ) ασηφαλεια ( λια U+05D0)] + οντες U+05D0c (rurs exstinx) AQ (εν αλ- λοις ουκ εστιν οντες Qᵐᵍ 16 τοτε...μαθειν] α’ ενδησον μαρτυριον σφραγι- σον νομον εν διδακτοις μου Qᵐᵍ σφραγιζομενοι] εσφραγισμενοι U+05D0Q *vid (σφραγιζ. Qᵃ) om μη A 17 μενω] θʼ ӄ υπομενω Qᵐᵍ 18 α μοι εδωκεν] θʼ α εδ.μοι σʼαʼ ομ[οιω]ς τ[οι]ς ο’ Qᵐᵍ σημεια] pr εις U+05D0AQΓ om οικω AQ* (hab Qᵐᵍ) Γ Σιων BᵇU+05D0?AQΓ 19 ενγαστοιμυθους (εγγ. Bᵃᵇ)] απο της γης φωνουντας U+05D0AQΓ απο της γης φωνουντας] ενγαστριμυθους U+05D0Q*Γ εγγ. AQᵃ εκ] απο A εκζητησουσιν... ζων[των]] pr obelos Bᵃ (non inst Bᵇ) om εκζητησουσιν U+05D0AQ* (hab Qᵐᵍ) Γ α᾿θʼ εκζητησει Qᵐᵍ εκζητουσιν] εκζη- τωσιν A 20 βοηθιαν U+05D0Q* (θειαν Qᵃ) 21 εφ υμας] εφ υ sup ras U+05D01)

116
[*](Β) καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω,

καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.