Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐγὼ ἐκδέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο.

Ἀκούσατε ῥήματα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται.

φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.

πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ [*](U+05D0AQ)[*](25 τοτε sub ?? Q | τοτε...λεγει κς] adnot ταυτα ηδη δευτερον λεγει Qᵐᵍ [cf xi 6—9] | οφεις U+05D0 | αρτον] + φαγεται και U+05D0c.a (postea improb) | ουδε] + μη U+05D0AQ | λεγει] ειπεν Q LXVI 1 om ουτως λεγει Κυριος U+05D0* (hab ουτω λ. κς U+05D0ᵃ ᵐᵍ) | μου 1°] μοι U+05D0A | και η γη] η δε γη U+05D0AQ | οικον] om A* (hab A¹ ᵐᵍ (vid)) pr θ΄ ?? τουτον + θ΄ ?? ον Qmg | και 2°] η U+05D0A | ποιος] + ?? ουτος Qmg 2 ταυτα] + λεγει κς και επι τινα επιβλεψω U+05D0* (improb U+05D0¹ et postea) | εμα] αμα U+05D0* (εμ. U+05D0c.a, c.b) | αλλ η sub ?? Q 2—3 λογους....ανομος] pr obel Bᵃ (non inst Bᵇ) 3 μοχον U+05D0* (superscr σ U+05D01 vel salt a, c.b ) ως 1°] + θ΄σ΄ ?? τυπτων ανδρα θυσιαζω| το εκ ποιμνιου Qmg | αποκτενων (αποκτειν. Q¹ (vid))] pr ο U+05D0c.bAQ | κυνον U+05D0* | σιμιδαλιν U+05D0* (σεμ. U+05D0c.a, c.b ) | υειον] υιον U+05D0*AQ* (ϋϊον U+05D0c.a, c.b) υειον Qᵃ) | αυτοι] ουτοι U+05D0AQ | η ψυχη] pr α U+05D0AQ (ομοιως οι γ΄ Qᵐᵍ) 4 και εγω] καγω AQ (οι γ΄ ?? [κα]ι ε[γω] Qmg) | εκδεξομαι] εκλεξω- μαι U+05D0 εκλεξομαι AQ | ενπαιγματα A | αμαρτιας] + αυτων A | ανταποδωσω] αποδωσω U+05D0 | αυτους] αυτοις U+05D0* (-τους U+05D0c.a, c.b) | μου] μοι U+05D0* (μου U+05D0c.a, c.b ) | εμου] μου AQ | ηβουλομην U+05D0AQ | εξελεξατο U+05D0* (-ξαντο U+05D0c.a) 5 ρηματα] το ρημα U+05D0AQ | υμας] ημας U+05D0AQ | και εκενοι] κακεινοι AQ 6 om φωνη κραυγης εκ πολεως U+05D0* (hab U+05D0c.b ) | κραυγη A* (ς superscr A¹) 7 πριν 1°...αρσεν] σ΄ πριν η ωδινησαι ετεκε πριν ελθεῑ| ωδινα αυτης διεσωσε| αρσεν Qmg | πριν 1°] + η U+05D0AQ | πριν 2°] pr και U+05D0* (improb mox restit U+05D0?) + η U+05D0A | και ετεκεν sub ?? Q)

221
ἔτεκεν ἄρσεν.

τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑόρακεν οὕτως; εἰ [*](B) ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σειὼν τὰ παιδία αὐτῆς.

ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ θεός σου.

Εὐφράνθητι, Ἰερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπʼ αὐτῇ,