Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Οὐχ ὁ λαός μου τέκνα, οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν

ἐκ πάσης θλίψεως αὐτῶν. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος·

αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς ἐπολέμησεν αὐτούς.

καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων [*](LXIII 1 Εδωμ] Εδεμ A | εριθρημα U+05D0* (ερυθρημα U+05D0c.ᵃ) ερυθηματα A | U+05D0AQ Βοσορ] Bοσρα Qmg | στολη] + ?? αυτου Qᵐᵍ | σωτηιας U+05D0* (-ριου U+05D0c.a, c.b) 2 εουθα Q* (ρ 2⁰ superscr) | πατητυ] πατηματος Q* (-του Qᵐᵍ) 3 πληρης] πληρους U+05D0 Qmg | πληρης…μετ εμου] σ΄ ληνον επατησα μονωτατος κ απο τω| λαων ουκ εστι| ουδεις συν εμοι Qmg | om μου U+05D0ΑQ | το αιμα] τα ιματια U+05D0* (το αιμ. U+05D0c) | αυτων] + εις γην BᵃᵇU+05D0AQ + θ΄σ΄ ?? κ παντα τα ενδυματα μου εμολυνα Qᵐᵍ 4 ημερα] ρα sup ras Aa | γαρ] + κυ U+05D0c.ᵃ (postea ras) | ανταποδωσεως A | ηλθεν] επηλθεν U+05D0A 5 ουκ ην] ουδεις U+05D0AQ (-δις Q*) | ουθεις] ουδεις U+05D0Q (-δις U+05D0*Q* -δεις U+05D0c.b) |Q¹ᵛiᵈ) | αντελαμβανετο] αντελαβετο U+05D0 | ερυσατο U+05D0Q | μου 2⁰] + οι γ΄ ?? αυτος Qᵐᵍ | επεστη] εστη U+05D0 6 μου] + θ΄σ΄ ?? κ εμεθυσα αυτους εν τω θυμω μου Qmg | γην] pr την U+05D0c(a?) (postea improb) 7 τον ελεον] το ελεος U+05D0c.a (postea revoc τον ελεον) |εμνησθην… Κυριου 2⁰] ?? αναμνησω την αινεσιν κυ Qmg | αρετας] + αρετας B* αυτου κς Bᵃᵇᵛⁱᵈ (superscr) | οις] bis scr U+05D0* (improb οις 2⁰ U+05D0iam 1) +ο κς A + κς Q | αυτου ελεος U+05D0 | om και U+05D0 8 ειπεν] inter ι et π ras aliq U+05D0? | τεκνα] + μου U+05D0 + και A | αθετησουσιν U+05D0 αθετηθωσιν Q 9 om αυτων 1⁰ AQ | [πρεσβυς] πρεσβεις A | αυτος 1⁰] + κς U+05D0* (improb postea revoc U+05D0?) A | αυτος 2⁰] pr κ Aᵃ? 10 om αυτου A οι γ΄ ομοιως [αυτου] Qmg αυτος] pr και U+05D0* (improb postea repos U+05D0?) Aᵃ? οι γ΄ ομοιως [αυτος] Qᵐᵍ 11 αιωνιων] + οι γ΄ ?? Μωση λαου αυτου Qᵐᵍ | om που 1° U+05D0AQ* (hab Qmg) | της θαλασσης] της γης Bᵃ mg (γης superscr Bᵇ txt) γης U+05D0A)

216
[*](B) ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.

ἤγαγεν αὐτοὺς δι᾿ ἀβύσσου ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτοὺς οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

Ἐπίστρεψον ἐκ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ ὄνομά σου ἐφʼ ἡμᾶς ἐστιν.

τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,

ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου.

ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφʼ ἡμᾶς.