Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ ὄνομά σου ἐφʼ ἡμᾶς ἐστιν.

τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,

ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου.

ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφʼ ἡμᾶς.

ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται

ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται,

ὅταν ποιῆς τὰ ἔνδοξα· τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη.