Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·

καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.

καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ θεὸς δόξα σου

οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ Κύριός σοι φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.

καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσιν τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.

ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

Πνεῦμα Κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,

καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεαως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας,

δοθῆναι τοῖς πενθοῦσιν Σειὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, ἄλιμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.

καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημαομένας πρύτερον [*](U+05D0AQ)[*](16 om και 4⁰ U+05D0* (hab U+05D0c.ᵃ) | θεος] pr ο A | Ισραηλ] Ιακωβ Qᵐᵍ 17 αντι 1⁰] pr και BᵃᵇU+05D0AQ | ξυλων] ξυλου A | χαλκον] αλκ sup ras U+05D0¹ 18 ουκ] ουκετι U+05D0 | ακουσθησεται] ακουσθησονται U+05D0* (-θησεται U+05D0c.ᵇ) | om ετι U+05D01 |κληθη- σεται] κληθησονται U+05D0 (-τε U+05D0* -ται U+05D0c.ᵇ) 19 om σοι 1° U+05D0* (hab U+05D0c.a, c.b sed non inst U+05D0c.ᵇ) | om ετι U+05D0AQ | ουδε] ουτε U+05D0 | σοι 2⁰] σε U+05D0 | τ. νυκτ. sub ?? Q | Κυριος] incep φ U+05D0* (improb iam U+05D0¹) | φως] pr εις U+05D0* (improp postea ras U+05D0?) 20 δυσεται] δυνησεται B*U+05D0* (δυσ. BᵃᵇU+05D0?) | σοι 1⁰] σου A | Κυριος] +ο θς U+05D0* (improb mox repos U+05D0?) 21 δι]| δια A pr και U+05D0AQ | κληρονομησουσουσιν B* (-μησουσι Bᵃᵇ) | αυτου] αυτων U+05D0 22 ελαχιστος] + εστε U+05D0* (improb mox repos U+05D0c.ᵇ) | συ| αξω B* συ| ναξω B? | om αυτους Q* (hab Qmᵍ) LXI 1 Κυριου] + ?? κυ Qmg | εχρισεν] + ?? κς Qmg |πτωχοις BU+05D0c.a, c.bAQ*] ταπεινοις U+05D0* (-πιν.) Qmg | απεταλκεν U+05D0* (απεστ. U+05D0iain ante c) τη καρδια U+05D0AQ 2 Κυριου] τω κω Qᵐᵍ | δεκτος U+05D0* (-τον U+05D0iam 1⁽ᵛiᵈ) |αντα- ποδοσεως (δωσ. A)] ανταποδοσεων U+05D0* (-σεως U+05D0c.a et postea) + ?? τω θω ημω Qᵐᵍ 3 Σιων AQ | om αυτοις U+05D0cAQ* (ha) ?? δουναι αυτοις Qmg) | αλειμμα A | πενθουσιν (2⁰) U+05D0AQ | κληθησονται + θ΄α΄ ?? αυτοις Qmg | Κυριου] pr δικαιοσυνης U+05D0* (improb rurs revoc U+05D0?) 4 εξηρημωμενας 1⁰] εξερημ. U+05D0Α | προτεροσ] pr το U+05D0 προτερας AQ* προτερο α΄ πρωτω| θ΄σ΄ αρχαιω Qmg)

213
ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους, ἐξηρημωμένας εἰς [*](B) γενεάς.

καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί·

ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.

οὕτως τὴν γῆν ἐκ δευτέρας κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.

ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς.

καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἕκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ,

καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέν μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμῳ.

καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ κύριος Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.

Διὰ Σειὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.

καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό.

καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου.