Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε·

τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,

καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία,

καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ [*](2 τας οδους μου U+05D0 | επιθυμουσιν 1⁰] επιθυμησουσιν U+05D0* (-μουσιν U+05D0c.a, c.b) | U+05D0AQ λαον U+05D0* (λαος U+05D0c.a, c.b) | δικαιοσυνην] pr ?? ο Qmg θυ A | ενκαταλελοι- πως U+05D0 | νυν sub ?? Q | 3 λεγοντες sub ?? Q ιδες U+05D0 | ουκ εγνως] ου προσ- εσχες A | νηστιων ?? (-τειων Qᵃ) 4 om ει U+05D0AQ | εις] pr οι γ΄ ?? ιδου Qmg | κρισεις periit in B* (hab Bᵃ?ᵇ?ᵐᵍ) κρισις U+05D0AQ* (-σεις U+05D0c.b Qᵃ) | ινα] α Q* (ιν superscr) | κραυη U+05D0* (-γη U+05D0c.a, c.b) 5 νηστιαν U+05D0Q* bis |εξελεξαμην] +λεγει κς παντοκρατωρ Q | και 1⁰] ουδε U+05D0c.a (revoc και U+05D0c.b (vid) |υποστρωση (τ sup ras B? ᵛⁱᵈ)] υποστρωσης U+05D0c.a | ουτως] ως U+05D0 | δεκτην] pr θ΄σ΄ ?? και ημεραν + οι γ΄ ?? τω πιπι Qᵐᵍ 6 om ουχι… Κυριος Q* (hab ουχι τοιαυτην νηστειαν εξελ. λεγει κς Qmg) | νηστιαν U+05D0 | εξελελεξαμην U+05D0 | στραγαλιας U+05D0 | τεθραυσμενους] τεθραμμενους U+05D0 | συγγραφην BᵃᵇAQ 7 εισαγαγε U+05D0 | οικιων U+05D0Q* (-κειων Qᵃ) 8 πρωιμον Bᵇ | ιαματα] ιματια U+05D0c.a (postea revoc ιαμ.) 9 εαν αφελης…χβιροτονιαν] θ΄σ΄ εαν αφ. εκ μεσου σου κλοιον εκτεινοντα δακ- τυλον Qmg 10 αρτον] + σου A |τεταπινωμεν U+05D0* (-μενην U+05D0saltem c.c) | εμπλησις U+05D0 | ανατελλι U+05D0* (-τελι U+05D0? -τελει U+05D0c.b) | το φως] om το Q* (hab Qᵇ?ᵐᵍ) | μεσημβρια] + εστε U+05D0* (improb U+05D0? postea rcpos) 11 om μετα σου A)

208
[*](B) παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχὴ σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ·

καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους σου ἀνὰ μέσον παύσεις.

ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ, καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπʼ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,

καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὗς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;

ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον ἀφʼ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.

αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.

οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν.

ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος.

ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν [*](U+05D0AQ)[*](11 καθαπερ] καθα U+05D0 | πηγη] + ?? υδατος Qmg | ην] οι γ΄ ης Qmg |εξελειπεν U+05D0c.b AQa | υδωρ] +και τα οστα σου ως βοτανη ανατελει και πιανθησεται και κληρονομησουσι γενεος γενεων (γεναιας γεναιων) U+05D0c.a AQ 12 οικοδο- μηθησονται] ανοικοδ. U+05D0c.a | εσται] ες B* (ται superscr Bᵃ) | σου τα θεμελια U+05D0AQ | [θεμελι]α σου αιωνια γενεων γε[νεαις]] pr obol Bᵃ (non inst Bᵇ) | γενεαις (-ας U+05D0* -αις U+05D0c ⁽ᵃ et ᵇ vid)] + α΄σ΄ ?? αναστησεις Qmg | τους τριβους] B*ᵇ τας τρ. Bᵃᵇ | om σου 3⁰ U+05D0AQ | ανα μεσον] pr τους U+05D0AQ | ανα μεσον παυσεις] α΄ του καθησθαι σ΄ εις το οικεισθαι θ΄ του οικεισθαι Qᵐᵍ 13 τον ποδα σου απο των σαββατων U+05D0AQ | ποιεις U+05D0* (-ειν U+05D01) | αγια και in mg et sup ras Aa (om και A*) | το σαββατον U+05D0* (τα σαββατα U+05D0c.b) | τρυφερα] α΄θ΄σ΄ δεδοξαμενα Qᵐᵍ | θεω] + σου U+05D0c.aAQ | ποδα 2⁰] πος U+05D0* (ποδα U+05D0¹) | εν οργη sub ?? Q 14 αναβιβαση U+05D0 | ταυτα] pr ?? Q? LIX 1 Κυριου] μου (κυ Qᵇ ᵐᵍ) | σωσοι) + σε U+05D0c.ᵃ (improb U+05D0c.ᵇ) | om αυτου U+05D0 | εισ| ακουσοι U+05D0* ει| σακ. B? 2 διαστωσιν A υμων και sup ras 10 vel 11 litt Aᵃ | om ανα μεσον του θεου και A om ανα μεσον 2⁰ U+05D0? (postea repos) Q | προσωπον] + αυτου U+05D0c.a AQ 3 μεμολυμμεναι U+05D0AQ* (μεμολυσμ. Qa) | αιμα U+05D0* (αιματι U+05D0c.a, c.ᵇ) | και] α sup ras Aᵃ 4 ουθεις] ουδεις U+05D0* (-δις U+05D0* -δεις U+05D0c.b) A (-δις) Q 5 ερηξαν U+05D0 | μελων U+05D0* (μελλ. U+05D0c.ᵃ) | βασιλισκον U+05D0Q 6 μη] μην U+05D0* (μη U+05D0iam c.a⁽ᵛⁱᵈ) | περιβαλονται U+05D0 (-τε U+05D0* -ται U+05D0c.ᵇ))

209
ἔργα ἀνομίας.