Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου τῷ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,
εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,
εἶπεν Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπʼ αὐτὸν συναγωγήν.
Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.
ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν, κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.
καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμοήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.
Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδία, [*](B) καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·
ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται τοῦ μέσου.
ὑμεῖς δέ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·
ἐν τίνι ἐνετρυφήσατε ; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν ; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον ;
οἱ παρακαλοῦντες τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν.
ἐκείνη σου ἡ μερίς. οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας· ¶ ἐπ τούτοις οὖν οὐκ ὀργισθήσομαι ;
ἐπʼ ὄρος ὑψηλὸν [*](¶Γ) καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας·
καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ,
καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετʼ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου.
ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας ΙΙαύσομαι, ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.
τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμέ οὐκ ἐφοβήθης.
καὶ ἐγὼ ἀπαγγελῶ τὴν [*](LVII 1 ιδετε ως sub ?? Q | ουδεις] + οι γ΄ ?? ανηρ Qmg | εκδεχεται τη U+05D0AQΓ καρδια] κατανομει U+05D0* (-νοει U+05D0?) | κατανοει] εκδεχεται τη καρδια U+05D0 3 προσ- αγαγετε] α΄σ΄ εγγισατε θ΄ προσαγαγητε Qmg 4 τινα 1⁰] τινι U+05D0 | απωλιας U+05D0Q* (-λειας Qa) 5 τα ειδωλα] pr επι U+05D0Q | δασεω (sic) U+05D0* (-σεα U+05D0c.a c.ᵇ) | φαραξ. U+05D0* (φαραγξ. U+05D0c.a c.ᵇ) | πετρων] pr α΄ ?? ακρω + ?? κ ταις μερισι φαραγγος· Qᵐᵍ 6 κακεινοις] εκινης U+05D0* (-νοις U+05D0c.a κακ. U+05D0c.ᵇ) και εκεινοις Γ | σπονδας] ποδας U+05D0* (σπονδ. U+05D0c.a, c.b) | και τουτοις] εκινοις U+05D0* κ εκ. U+05D0c.a (vid) κακεινοις U+05D0c.ᵇAQ* (sub ?? : κ τουτ. Qmg) εκεινοις Γ οργισθησομαι] + λεγει κς U+05D0 7 και εκει] κακει U+05D0Q αναβιβασας U+05D0* (ανεβ. U+05D0c.a, c.ᵇ) θυσιας] pr οι γ΄?? θυσι- ασαι Qᵐᵍ 8 σταθμων] ω rescr U+05D0¹ | μνημοσυνο (sic) U+05D0* (-νον U+05D0c.a -να U+05D0c.b) | ωου] ως U+05D0 εξεις| + θ΄?? επλατυνας τη| κοιτην σου κ διεθου σαυτη παρ αυτων Qᵐg | κοιμενους B* (κοιμωμ. Bᵃᵇ) 9 πορνιαν U+05D0Q*) (-νειαν Qᵃ) | και πολους εποιησας] α΄ θ΄ σ΄ κ επληθυνας Qmᵍ | τους μακραν απο σου] α΄ συνθεσεις σου θ΄ μυρεψους σου σ΄ τα μυρεψια σου Qmᵍ | υπερ τα ορια σου | α΄σ΄ θ΄ εως εις μακραν Qᵐg | και 4°] pr και απεστρεψας U+05D0c.b AQ) (om α΄σ΄θ΄ Qmᵍ) | εταπινωθη U+05D0* εταπεινωθης U+05D0c.b, 10 επραξας] επραξα U+05D0 (postea revoc ξας) | ου] ο U+05D0* (ου U+05D0c) 11 με και ουκ εμνησθης…εις την [καρδιαν]] pr obelos Bᵃ (non inst Bᵇ) |εμνη- σθης] + μου U+05D0AQ | ουδε bis] ο δε U+05D0 (ουδε U+05D0c) | εις τ. διαν. ουδε sub ?? Q | διανοιαν] + σου U+05D0* + μου U+05D0c.ᵃ, c.ᵇ | και εγω] καγω AQ 12 και εγω] καγω AQ | απαγγελ|λω A)
ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας λήμψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου,
καὶ ἐροῦσιν Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.