Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Οἱ διψῶντες, πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ.
ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· [*](§ Γ) εἰσακούσατέ μου, §καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι [*](U+05D0AQ)[*](10 σου 2⁰] om U+05D0* (hab U+05D0c.b) μου Qmg | ειπεν…Κυριε] οι γ΄ ειπεν οικτειρας σε κς Qmg | ιλεως σοι Κυριε] κς ιλεως σοι U+05D0AQ 11 ταπεινη] pr η U+05D0 | ου παρεκληθης] εστε (-ται U+05D0c.ᵇ) | παρακεκλημενη U+05D0* ου παρεκλ. U+05D0c.a ⁽ᵛid) c.b | om σοι U+05D0* (hab U+05D0c.ᵇ) 12 επαλξις U+05D0* (-ξεις U+05D0c.ᵇ) ιαπιν U+05D0* (ιασπ. U+05D0¹) κρυστασ λου U+05D0*ᵛⁱᵈ (-ταλλ. U+05D0c.ᵃ) 14 τρομος] μ sup ras Aa (incep τροφ A*) 15 om σοι 1° Q* (hab σοι Qmg) om και παροικ. σοι U+05D0AQ* (hab Qmg) 16 εκτισα 1⁰] κτιζω U+05D0AQ ουχ ως] pr ?? Q ?| χαλκους U+05D0* (-κευς U+05D0c.ᵇ) φυσων] + οι γ΄ ?? εν πυρι Qmg εκτισα] εκτικα U+05D0 | απυλιαν U+05D0 17 σκευ- αστον] τον U+05D0* φθαρτον U+05D0c.a? c.b AQ* σκευαστον : α΄ πλασσομενον σ΄ πεπλα- σμενον θ΄ κεραμεως Qmg επι 1⁰] + δε A ευοδωσω] ευδοκησω A ευοδωθησετ Qmg και πασα…κρισιν] θ΄ κ πασα γλωσσα αναστ. μετα σου εις κρ. Qmg φωνη] + η U+05D0cAQ παντας] pr και U+05D0* (improb U+05D0c.ᵇ) οι δε ενοχοι…αυτη] pr obelos adnot οι ωβ΄ ου κ΄ π΄ εβρ΄ Bᵃ (non inst Bᵇ) ηττησετε U+05D0 | εν αυτη] pr ?? Q? Κυριον] κω A μοι] μου U+05D0* (μοι U+05D0c.a (a et b ᵛⁱᵈ) δικαιοι] αγιοι U+05D0* (δικοι U+05D0?) L V 1 οι διψ.]| pr σ΄θ΄ ουαι Qmg βασδσατες U+05D0* βαδ.U+05D0¹ (βαδισαντες U+05D0c.a) φαγετε] πιετε U+05D0AQ* (φαγετε Qmg) ανευ] pr θ΄ ?? κ πορευεσθε κ αγορασατε Qmg οινου] οι γ΄ οινον Qᵐᵍ 2 αργυριω U+05D0* (-ριου U+05D0c.a ,c.ᵇ) + θ΄ εν ουκ αρτοις Qmg μοχθον] χθ sup ras Aᵃ (μοσχ. A*ᵛⁱᵈ) ουκ B* ου κ B? και 2⁰] pr ακουσασθε μοι U+05D0* pr ακουσατε μοι U+05D0c.a et postea A pr ακουσατε Q pr α΄ Ιακουσατε) ?? ακοην προς με Qᵐᵍ 3 10 mutila in Γ 3 ωσιν] ωτιοις AQ μου 1⁰] μ sup ras Qᵃᵛⁱᵈ εισακουσατε] επακ. U+05D0c.b (postea rurs εις) AQᵃᵛⁱᵈ (επ sup ras: εισ|ακ). Qmg) και ζησεται εν αγαθοις] pr obel Bᵃ (non inst Bᵇ) αγαθοις] pr ?? Q? υμων 2⁰] ημων A)
ἰδοὺ μαρτύριον ἐν [*](Β) ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.
ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σέ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέν σε.
Ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε ἡνίκα δʼ ἂν ἐγγίζῃ ὑμῖν,
ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.
οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδʼ ὥστ περ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος
ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν·
οὕτως ἔσται τὸ ῤῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ ἕως ἂν τελεσθῇ ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου.
ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροἰήσει τοῖς κλάδοις,
καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται Κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.