Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσομεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα·

ὅτι πόθεν ἐστέ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφʼ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς. ἵνα γνῶμεν. καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων. οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.

ἀρχὴν Σειὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω.

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, [*](18 om υδατων U+05D0c.b (postea restit) AQ (hab οι γ΄ ?? υδ. Qᵐᵍ) | γην] την U+05D0 U+05D0AQΓ 19 εις την ανυδρον…λευκην] α΄. .ελατην.. θ΄ ?? εν τη αραβα βραθυ θαδδαρ κ θαασσουρ αμα σ΄ [εν τη] αβατω κυπαρισσο πτελαιαν και πυξον Qᵐᵍ vid | κεδρων U+05D0* (κεδρον U+05D0c.a c.b) | μυρσινην] pr και U+05D0d.a AQ 20 ιδωσιν] ειδοσιν Γ | επιστωνται] επισπωνται A | ταυτα] pr πανια U+05D0c.b + παντα AQ | του Ισραηλ (στρα|ης (sic) U+05D0* Ισρ. U+05D0c.b)] om του Γ | κατεδειξεν] κατεδιωξεν Q* (κατεδειξ. Qᵃ) 22 om και αναγγειλατωσαν U+05D0* (hab U+05D0a.b (vid) c) | υμιν] οι γ΄ ημιν Qmg | τα προτερα U+05D0AQΓ σ΄ τα πρωτα θ΄ τα αρχαια Qmg | επιστησατε U+05D0* (-σομεν U+05D0c.b) | γνωσωμεθα Γ* 23 om ημιν U+05D0c.b AQ* (hab Qᵐᵍ) | om επερχομενα Γ | κακωσετε Q | om και οψομεθα αμα A | αιμα Q* (αμα Qᵃ) 25 om δε A | αφ] απ AQ | κληθησονται] κλησονται A + γαρ Γ | κεραμεους U+05D0* (-μευς U+05D0c.b (vid)) | καταπατηθησεται U+05D0* (-θησεσθαι U+05D0c.a, c.b) 26 εστιν 1⁰ sub ?? Q | ουδε] ουδ AQ | ο ακουων] om ο A | τους λογους υμων U+05D0c.bAQ 27 Σιων BᵇAQΓ | Ιελημ U+05D0 | παρακαλεσω] + εις οδον BabU+05D0QΓ + εν οδω A 28 ουδεις] ουθεις U+05D0AQ | ατων U+05D0* (αυτ. U+05D0vix ante c) ερωτησω] επερωτησω Qᵐᵃᵍ 29 εισιν γαρ…υμας (2⁰)] θ΄ ιδου παντες αυτοι αδικοι ουδεν τα εργα αυτων ανεμος κ κενον το χωνευμα ουτων [σ΄?] …αοικοι (sic) και ματαιοτης οι πλασ- σο|τες υμας Qᵐᵍ XLII 1 Ιακωβ sub ?? Qvid | Ιακωβ… μου (3°)] θ΄ ιδου ο παις μου αντιληψεται αυτου ο εκλεκτος μου ον ευδοκησεν η ψυχη μου Qᵐᵍ | αντιληψομαι Qa | Ισραηλ] pr ?? et adnot εν τω εβραικω ουτε το Ιακωβ ονομα ουτε το Ιηλ φερεται Qmg)

178
[*](B) προσεδέξατο αὐτὸν ἡ ψυχὴ μου· ἔδωκα τὸ πνεῦμά μου ἐπʼ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει

οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.

κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν·

ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.