Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς [*](U+05D0AQΓ) [*](7 [κα]λον εστιν… θησ.] pr obelos B* (non inst Bᵇ) | θησουσιν αυτα sub ?? Q 9 ακρων] ακρω U+05D0* (-ρων U+05D0c.a) ακρου Q | ει] + συ Γ | ενκατελιπον U+05D0Q* vid εγκατελειπον AQaΓ 10 om ειμι 2⁰ U+05D0 ει] μη Γ | om σου 2⁰ U+05D0 | ο ενισχυσας] ενισχυσα pr και εν| σοι δοξασθησομαι| και εγω ειπα κενως εκοπιασα εις ματαια μη πλανω εγω γαρ ειμι [ο] θεος σου Γ 11 εσχυν- θησομαι U+05D0* (αισχυνθησονται U+05D0c.b -σονται fort iam U+05D0c.a) 12 ζητησης Q* (-σεις Qa) 13 ο θεος] pr οι γ΄ ?? κς Qmg | om σου 1⁰ U+05D0* (hab U+05D0c.b) AΓ | om σοι 1° Γ | φοβου] + οι γ΄ ?? εγω εβοηθησα σοι μη φοβου σκωληξ Qᵐᵍ 14 ολιγοστος (ολιοστ. B* ολιγ. Bᵃᵇ)] + ει Γ | Ισραηλ 1⁰] pr ι U+05D0* (ει U+05D0c.a) postea ras | λυτρουμενος] λυτρωσαμενος Q + σε U+05D0AQΓ | Ισραηλ 2⁰] pr οι γ΄ ?? αγιος Qmg 15 σε] σοι Γ om αλοωντας U+05D0* (hab U+05D0c.a) | πριστηροειδεις (πριστηροιδις [η sup ras] U+05D0* δεις U+05D0c.b)] πριστοειδεις A χνουν] χουν AΓ 16 λικμησεις (λιχμ. U+05D0* λικμ. U+05D0c.a (vid))…αυτους (1⁰)] θ΄σ΄ ομοιως τοις ο΄ λικμησεις αυτους ӄ ανεμος ληψεται αυτους α΄ λ. αυτους ӄ ανεμος αρει αυτους Qmg | ληψεται Q | καταιγις] σ΄ λαιλαψ Qmg | om αυτους 2° Q | ευφρανθηση…Ισραηλ] θ΄σ΄ αγαλλιαση εν κω (οι γ΄ ?? εν πιπι) ӄ εν τω αγιω Ιηλ Qᵐᵍ 17 και αγαλλιασονται (αγα- λιασ. U+05D0)] α΄θ΄ καυχηση σ΄ επαινεσθηση Qmg | οι πτωχοι...ουκ εσται] θ΄ οι πτ. ӄ οι ενδ. ζητουντες υδωρ και ουκ εστῑ α΄σ΄ οι πενητες ӄ οι πτωχοι ζητουσιν υδωρ ӄ ουκ εστιν Qmg | η γλωσσα] pr και U+05D0* (improb U+05D0c.b) | εξηρανθη] εξηραν- θησεται U+05D0* (ε improb U+05D0¹fort et postea) | επακουσομαι] pr εγω U+05D0AQΓ | θεος 2⁰] αγιος Q | ενκαταλιψω U+05D0)

177
ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

θήσω εἰς τὴν ἄνυδρον [*](B) γῆν κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπαρισσον καὶ λεύκην·

ἴνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.

Ἐγγιζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.

ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν·

ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσομεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα·

ὅτι πόθεν ἐστέ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφʼ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.