Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σειών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα Ἰδοὺ ὁ θεὸς ὑμῶν.

ἰδοὺ κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

Τίς ἐμέτρηκεν [*](6 καταλειπωσιν AQaΓ + ουδεν A | θεος] ο κς U+05D0* (ο θς U+05D0iam ante c.b) U+05D0AQΓ 7 σου] + θ΄ ?? οιτινες εξελευσονται εκ σου Qmg | ως B* (ων Bᵃᵇ) | γεννησεις] εγεννησας U+05D0AQ | ποιησωσιν Γ 8 Ησαια] προς Ησαιαν U+05D0c.b AQΓ | λογος] pr ο U+05D0AQΓ | γενεσθω] γενηθητω U+05D0 | om μου U+05D0* (hab U+05D0c.ᵇ) XL 1 λαος U+05D0* (τον λαον U+05D0c.a, c.ᵇ) | ο θεος] κς A 2 ιερεις sub ?? Q | Ιερουλα|μημ U+05D0* (-σαλημ U+05D0c.a c.ᵇ) | λελυται] + γαρ U+05D0Γ 3 ποιειτε] + δια της αβατου Qᵐᵍ 4 πασα] παρα U+05D0* (πασα U+05D0c.a, c.ᵇ) | βουνοι inceb U+05D0* (βουνοις U+05D0?) om παντα A sub ?? Q | πεδια (-αν U+05D0*)] οδους λιας U+05D0c.a, c.b A (ο. λειας) Q* πεδια α΄σ΄ εις πεδιον θ΄ ομ. τοις ο΄ Qᵐᵍ 7 εξεπεσεν] + σ΄θ΄ ?? οτι πνευμα κῡ επνευσεν εις αυτο αληθως χορτος ο λαος εξηρανθη χορτος εξεπεσε το ανθος Qmᵍ 8 om ημων Q 9 Σιων BᵇAQΓ | τη ισχυι] + σου U+05D0 εν ισχυι υμων] ημων U+05D0c.a, c.bQ 10 om ιδου 1° U+05D0* (hab U+05D0c.ᵇ) | om κς 2° U+05D0* (hab U+05D0c. ᵇ) AQΓ | βραχιων] + αυτου U+05D0c.a (rurs ras) A + οι γ΄ ?? αυτου Qᵐᵍ 11 ποιμανει] ποιμανη Γ | και 2°] + θ΄σ΄ ?? εν τω κολπω αυτου βαστασει Qmg | εν] pr τας U+05D0c.a (postea ras) | γαστι U+05D0* (-τρι U+05D01?a.b?) | παρακαλεσει] λεσι sup ras U+05D01 (vid) (-σει U+05D0c.ᵇ) 12 τις 1°] τι U+05D0* (τις U+05D01?a.b?))

174
[*](B) τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ ;

τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς συφοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;

ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;

εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, ὡς σίελος λογισθήσονται·

ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,