Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

θιὲ τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.

καὶ εἶπεν Ἑζεκίας Τοῦτο σημεῖον πρὸς Ἑζεκίαν ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ Βαλαδὰν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.

καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ ἦλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Ἠσαίας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

καὶ κἶπεν Ἠσαίας αὐτῷ Ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ