Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔσται ὑμῖν τὰ ῥήματα πὰντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἂν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ἀωάγνωθι ταῦτα, καὶ ἐρεῖ Οὐ δύναμαι §ἀναγνῶναι, ἐσφράγισται γάρ.

καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς [*](§ Ζ) χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωθι τοῦτο· καὶ ἐμεῖ Οὐκ ἐπίσταμαι γράμματα.

καὶ εἶπεν Κύριος Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, ἡ δέ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ανθρώπων καὶ διδασκαλίας.

διὰ [*](6 ηφωνης μεγαλης U+05D0AQ (οι γ΄ ομοιως Qmg) Γ 7 ενυπνιαζομενος] pr ο U+05D0AQZΓ U+05D0c.a AQΓ | καθ υπνους] εν υπνω U+05D0Q* (καθ υπνους Qmg) Γ ενυπνιον A | om νυκτος U+05D0AQ (hab α΄ ?? Qmg) Γ | πλουτως A* (improb) ω A?) | απαν- των των εθνων] omI εθνων B* (hab Bᵃᵇ) των εθνων αποντων U+05D0 (sed ε sup ras U+05D0¹) των εθν. παντων AΓ των ασεβων παντων Q | Ιεροισαλημ 1° (sed ε sup B)] Ιηλ U+05D0AQ* (Ιλημ: οι γ΄αριηλ Qmg) Γ στρατενσαμενοι U+05D0c.aAQΓ | Ιερου σαλημ 2°] Ιελμ U+05D0 | οι σλιβοντες] om οι U+05D0AQΓ 8 και 1°] + εσονται U+05D0AQΓ | τω υπνω] om τω U+05D0c.aAQ | εεσθντες κ. πινοντες Γ | ματαιον] ματεων U+05D0* -τεον U+05D0c.a,c.b | το ενυπωιον | pr αυτων U+05D0AQΓ | ενυπνιαζεται] ν 2° rescr vid Q? | πινων] pr ο U+05D0c.bAΓ | επι] + Ιλημ U+05D0c.a (postea ras) pr επι Ιλημ και A | Σιων BaU+05D0AQΓ | 9 εκστητε (εστ. U+05D0* εκστ. U+05D0c.b)] + σ΄ ?? εξαπατηθητε ӄ απατασθε Qmg | κραιπαλησατε] pr και U+05D0AQΓ | απο σικ. ουδ απο sub Q | ουδε] ουδ AQ | οινου] + θ΄ ?? κινουμενοι και ου σικερα Qmg 10 πνιυματι | πνα U+05D0 11 εσται] εσονται U+05D0c.aAQ πανια τα ρηματα AQ | οι λογοι] om οι Q | βιβλιου] + τουτου U+05D0 | εσφραγισ|μενου…επισταμε|νω)] pr obelowλ Ba (non inst Bb) εσφραγισμενου (-μεου U+05D0* -μενου U+05D0c.b)] σ 2° sup ras U+05D01 + τουτου AQ ομοιως οι γ Qmg | αν] εαν U+05D0AQΓ | ανθρ. sub Q | αναγνωθι] + οι γ΄ ?? δη Qmg | ταυτα 2°] ταιτουτο U+05D0* ταυτα U+05D0c.a τουτο U+05D0c.b | ανωγνωναι (su - Q)]… γνωαιμι inc Z 12 ερει 1°] ερουσιν Ζ | τουτο 2°] ταυτα U+05D0* (τουτο U+05D0c.b) Ζ 13 μοι] μου U+05D0* (μοι U+05D0c.a,c.b) om εν τω στοματι αντουι καιου εν ??AQ (hab οι γ΄ ?? εν τω στ. αυτ. Qmg | om εν bis Γ | το στοματι Γ | αυτου] αυτων Ζ | οις χειλεσιν sup ras Bab τιμουσιν U+05D0* (-μωσιν U+05D0c.a,c.b) | πορω U+05D0* (πορρ. U+05D0c.a(vid),c.b) | διδασκοντε Α* (-τες Α1))

152
[*](Β) τουτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαόν τοὺτον· καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.

Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκοτει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἑόρακεν ἡμᾶς καὶ τίς ἡμᾶς γνώσεται ἡ ἃ ἡμεῖς ποιοῦμεν;

οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό Οὐ σύ με ἔπλασας; ἣ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;

οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται

καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται,

καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ,

καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν, ὅτι ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ Οὐ νῦν αἰσχυνθήσεταιι Ἰακώβ, οὐδὲ νὺν τὸ πρόσωπον μεταβαλεῖ

ἀλλʼ ὅταν [*](¶ Ζ) ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμέ ἁγιάσωσιν τὸ ὄνομά¶ μου, καὶ ἁγιάσωσιν τὸν ἄγιον Ἰακώβ, καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.