Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τοῖς ποσὶν καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ.

καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς ζωῆς ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου ὁ ἰδὼν αὐτό, πρὶν εἰς τὴν χειρα αὐτοῦ λαβειν αὐτὸ, θελήσει αὐτὸ καταπιεῖν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλεκεὶς τῆς δοξης τῷ καταλειφθέντι τοῦ λαοῦ·

καταλειφθησοντι ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

οὗτοι γὰρ οἴνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σικερα, κατεπι θησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτ᾿ ἔστι φάσμα.

ἀρὰ ἔδεται ταύτην τὴν βουλὴν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.

τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀποσπασμένοι ἀπὸ μαστοῦ.

θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

διὰ φαυλισμὸν χειλέων, γλώσσης ἐτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ