Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τοὐκ ἔστιν ἣ οὐκ ἐπεάβετο [*](B) αὐτὴς· τίς με θησει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίιν ταύτην ἠθέτηκα αὐτὴν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος πάντα ὅσα συνέταξεν. κατακέκαυμαι,

βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εὶρήνην.

οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτοὺς· οὐ σὺ ἧσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;

διὰ τοῦτο ἀφαιρεθήσεται ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν· καὶ οὐ μή μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

καὶ μετὰ χρονον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ θεὸς ἀπὸ τῆς διὼρυχος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ.

Καὶ ἔστι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἄγιον Ἰερουσαλήμ.

[*](3 τειχος] pr το U+05D0AQ 4 ουκ 1°] pr και A | λαλαμην φυλασσ. U+05D0 | U+05D0AQΓ Κυριος] + ο θς U+05D0c.bAQΓ | συνεταξεν] + κς U+05D0* (improb U+05D0c.b) 5 ειρηνην | + αυτω ποιησωμεν ειρηνην (+ αυτω Qmg) U+05D0AQΓ 6 πλησθησεται] εμ- πλησθ. U+05D0AQΓ 7 ουτως 2° (-τος U+05D0* -τως U+05D0c.a,c.b)] + και Γ 8 μα χομενι incep U+05D0* (-νος U+05D01(vid)) | εξαποστελλει U+05D0* (-στελει U+05D0?) | σι] σοι U+05D0 | μελετων] pr ο U+05D0AQΓ | τω πνευματι] + σου U+05D0c.a (mox ras) | πνευματι 2°] πνα U+05D0* (+ τι U+05D0c.a postea ras) 9 ανομια] pr η U+05D0AQΓ | ε τιν U+05D0* (εστιν U+05D0c.b) | θωσιν] θω A | εκκομμενα U+05D0* (εκκεκ. U+05D0c.a) | μακραν c seqq coniung Γ 10 ποιμνιον 2°] ποιμοι incep U+05D0* (ποιμν. U+05D0¹(vid),c.b) | καταλελειμμ. Bab | και εκει] κακει Q* (και εκ. Qᵃ) 11 om και U+05D0A | χρονον] pr πολυν U+05D0 | χλορον Γ | συν εσιν B* συ|νεσιν Bᵃb | ελιησει A 12 συμφρααξει] συντα- ραξει U+05D0Γ οι γ΄ ραβδισει Qmg ο θεος] κς U+05D0AQΓ | διωρυγος U+05D0AQΓ | Ρεινοκο- ροιρων B* (Ριν. BᵇU+05D0AQΓ) | κατα ενα τους υιους Ισρ.] τους νιους Ιηλ κατα (κατ A) ενα ενα U+05D0AQΓ 13 σαλπιουσι Q | τη μεγαλη] pr εν A | απο- λομενοι 1°] απο ανατολων A | Αιγυπτω] επ incep U+05D0* vid Εγ. U+05D01 (Αιγ. U+05D0c.a,c.b) | προσκυνησωσιν A | ιερουσαλημ] pr εν U+05D0AQΓ)
148
[*](B)

Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως. οἱ μισθωται Ἐφράιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἰ μεθύοντες ἄνευ οἴνου.

ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα· ταῖς χερσὶν