Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τί ἐγένετό σοι ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια;

ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι ἐν μαχαίραις, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμῳ.

πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ [*](10 οι οδυν.] om οι A ο θεος] pr α Τ ημιν] μοι Γ 11 (tit) το U+05D0AQΓ οραμα της Ιδ. deest ut vid in Γ καλει] καλειτε A εκαλεσεν Γ | φυλασσεται U+05D0c.ᵇΓ φυλαξεται A επαλξις U+05D0* (-ξεις U+05D0c. ᵇ) 12 φυλασσω] φυλασσου U+05D0c.a (bostea repos σω) εαν ζητης...οικει] α΄ εαν επιζητητε επιζητειτε επιστραφητε ηκατε Qmg ζητης] ζητεις Γ ωκει U+05D0 13 εν 1⁰] pr ?? θ΄ λημμα εν τη Αραβια σ΄ λημμα Αραβιας α΄ αρμα εν Αραβεια Qmg εσπελ inceb U+05D0* (εσπερας U+05D0¹fort) κοιμηθηση] κοιμηθησεσθαι Γ Δαιδαν] α΄σ΄ Δωδανιμ θ΄ Ωρ. Δαιδ. Qmg Δαν Γ 14 διψωντι (διψοντ.Γ) υδωρ] υδ. διψ. A 15 πεφονευ- μενων] φευγοντων U+05D0AQ (οι ο΄ πεφον. οι γ΄ μαχαιρω Ωρ. κατα τους ο΄ Qmg) Γ των (Aᵃ⁽ᵐᵍ) διατεταμενων..πολεμω] sup ras Aa πολεμω] παιδιω Aa 16 διοτι] οτι AQ* (διοτι Qᵐᵍ) Γ εκλειψει] pr καο U+05D0 | om των υιων Q 17 καταλοιπον] λοιπον U+05D0 | om των ισχ. Q ολιγον] λι rescr A¹ οτι] διοτι U+05D0AQ (οι γ΄ οτι Qmg) ελαλησεν ο θς Ιηλ U+05D0AQ (οι γ΄ ο θς Ιηλ ελαλ. Qmg) Γ XXII tit το ρημα της φαρ. Σειων (Σιων BᵇAQ)] το οραμα της φαρ. Σ. A θ΄σ λημμα φαρ. ορασεως α΄ οραματισπιριου (sic) Qmg hiat Γ 1 νυν οτι AQΓ 2 βοωντων] + ?? η πολις αγαυριωσα Qmg αι τραυμ. U+05D0* (οι τραυμ. U+05D0c.a et postea) | εν μαχαιραις] μαχαιρας U+05D0 (μαχερας) AQΓ πολεμου U+05D0AQ (α΄θ΄ πολεμων οι ο πολεμω σ΄ ομοιως τοις ο΄ Qmg) Γ 3 και αλ.] κλαυοντ. B* vid αλοντες] οι αλ. BᵃᵇAQ οι αλ. σου Γ οι λαλωνταις (sic) U+05D0* αλονταις U+05D0¹ fort (-τες U+05D0c.ᵇ) δεδεμενοι] δεδεγμενοι A εισιν] + θ΄ ?? εδεθησαν ομοθυμαδον Qmᵍ)

138
[*](B) οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν.

διὰ τοῦτο εἶπα Ἅφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.

ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας, καὶ καταπάτημα καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· ἐν φάραγγι Σειὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη.

οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας. ἀναβάται ἄνθρωποι ἐφʼ ἵππους, καὶ συναγωγὴ παρατάξεως.

καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου,

καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως,

καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν σἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαυ ὅτι πλείους εἰσίν, καὶ ὅτι ἀπέστρεψεν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν,

καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἰς ὀχυρώματα τείχους τῇ πόλει.

καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶνι ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.

καὶ ἐκάλεσεν κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,

αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.

καὶ ἀνακεκαλυμμένα ?? ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε.

[*](U+05D0AQΓ)[*](3 εν σοι] σου Γ πορω U+05D0* (-ρρω U+05D0c.a, c.b) πεφευασιν U+05D0* (-γασιν U+05D0c.a, d.a) 4 μη] pr και U+05D0 | κατισχυσω incep U+05D0* (-σητε U+05D0¹) παραλειν U+05D0* (παρακαλ U+05D0c.ᵇ) συντρυμμα Γ γενους] λαου Q 5 ταραχους U+05D0* (-χης U+05D0c.a, c.b) ταραχη Q* (-χης Qa) απολειας B απωλιας U+05D0Q* καταπατηματος U+05D0AQΓ om και πλανησις U+05D0* (hab πλανησεως U+05D0c.ᵃ κ πλανησις U+05D0ᵈ.a) Q* (hab κ πλανησις Qmg) Γ φαραγγι Σειων (Σιων BᵇAQΓ)] φαραγγει Ων U+05D0* φαραγγει Σιων U+05D0c.a et antea μικου U+05D0* (-ρου U+05D0c.a) 6 Ελαμιται U+05D0Qa αναβαται ανθρ. εφ ιππους] α΄ εν αρματι αθων ιππεων θ΄ συν επιβαταις ανων ιππευσιν Qmg ιππους] ιπποις U+05D0c.b AQ* 7 αι εκλεκται (εκλεται A) φαρ. σου] om αι U+05D0 θ΄σ΄ αι εκλεκται κοιλαδες σου α΄ εκλογαι κοιλαδων σου Qmg πλησθησονται] ενπλ. U+05D0c.a εμπλ. U+05D0d.a ενφραξωσιν U+05D0 εμφραξουσιν QΓ 9 ιδοσαν U+05D0 | απεστρεψαν U+05D0AQΓ 10 καθιλοσαν U+05D0 καθηλ. Γ Ιερουσαλημ) Ιελμ U+05D0* Ιλημ U+05D0d.ᵃ a salt Ιηλ A*vid Ιημ A¹ | οχυρωμα U+05D0AQΓ τειχους] pr του U+05D0AQΓ 11 και εποιησατε... ανα μεσον] θ΄σ΄ κ εποιησατε ανα μεσον Qmᵍ εαυτοις] αυτοις Γ των δυο] om των U+05D0* (hab U+05D0c.ᵃ) τειχεων U+05D0 (τιχ.) AQΓ απ αρχης] απαρχη U+05D0* (-χης U+05D0c.a, c.b) αυτην 2⁰] + ?? πορρωθε Qmg ιδετε BbU+05D0 12 εκαλεσν U+05D0* ᵛⁱᵈ (-σεν U+05D0¹) | om κυριος 1⁰ AQ* (hab Qmg) Γ 13 σφαζωνταις U+05D0* (-ζονταις U+05D0c.a -τες U+05D0c.b) πιν U+05D0* (πιειν U+05D0c.b) φαγωμεν] pr λεγοντες U+05D0AQΓ αποθ[νησ]κωμε Γ 14 om εν τοις U+05D0*ᵛⁱᵈ (hab U+05D0¹fort c.a) Κυριου] κυ U+05D0? εως] incep υ U+05D0* (im- prob U+05D0¹(vid) αποθανητε] αποθανειτε Γ + ειπεν κς U+05D0c.a (θ΄σ΄) ειπεν κς κς των δυναμεων Qmᵍ)
139

Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἰς τὸ παστοφόριον πρὸς [*](B) Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ

Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν;

ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβάλλει καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,

καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἄρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου,

καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,