Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρα εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν.

καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.

καὶ μαωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;

ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτρσαν τί βεβούλευται Κύριος σιβαὼθ ἐπ Ἀἴγυπτον.

[*](1 η καρδια] αι καρδιαι A ομοιως οι γ᾿ [η καρδια Qmg ηττηθησονται A U+05D0AQΓ 2 επεγερθησεται U+05D0* (.σονται U+05D0¹) ανθρωπος 2⁰] οι γʼ ανηρ Qmg πολις (. λεις B* .λις Ba)] pr και επεργηθησονται Bᵇ⁽ᵛⁱᵈ)ᵐᵍ pr και εκεργηθησεται U+05D0c.aA pr πολεμησι και U+05D0* pr πολεμησι επεργηθησεται και U+05D0c.b 3 θεους] υ rescr Q?vid του εγγαστριμυθου B* τους ενγαστριμυθους BᵃU+05D0Α AQ* Γ (τους εγγ. BᵇQa) + και τους γνωστας U+05D0A 4 Αιγυπτον] pr τη ομοιως οι γʼ Qmg 6 διωρυγες U+05D0AQ* ( χες Qᵃ) de Γ non liq 7 [α]χει Γ το σπειρομενον]| pr παν BᵃᵇᵍU+05D0AQΓ 8 αλιεις Bᵃ?ᵇU+05D0c.b ( λειεις) QΓ | στεναξουσι 2⁰ Q οι βαλλοντες] οι (sup ras U+05D01) βαλ U+05D0* (οι βαλλ U+05D0c.a) αγκιστοα (ανγ. B* αγκ. Bᵃᵇ)] αγκιστοον U+05D0 (αγγ. U+05D0* αγκ. U+05D0c.b) AQ σα- γηνην Γ σαγηνας] αγκιστρον Γ 9 λημψ εται] ληψ. QΓ ται sup ras U+05D0¹ το λινον το σχι sup ras U+05D0¹ σχιστον (σχι τον U+05D0*fort σχισ τ. U+05D0c.a c.b)] σʼ κτενιστον Q 10 οι εργαζομενοι αυτα εν οδυνη] α᾿ αι αποθηκαι αυτης τεταπεινωμεναι θʼ τα πειονα αυτης τεταπεινωμενα Qmg εργαζομενοι BU+05D0* Γvid d|διαζομενοι U+05D0c.b ᵇ⁽vid (postea ras) διαλογιζομενοι AQ* (εργ. Qmg) ποι- ουντες τον ζυθον] τον ζυθον (ζυγον U+05D0* ζυθ. U+05D0c.a et postea) ποιουντ. U+05D0ΑQ ποιουντ. το ζυθον Γ 11 αρχον U+05D0* (αρχοντες U+05D0c) συνβουλοι U+05D0 συμβολοι Γ η βουλη] pr και U+05D0c.a (postea ras))
134
[*](Β)

ἐξέλιπον οἱ ἄρχοντες Τάνεως. καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Aἴγυπτον κατὰ φυλάς.

Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεαως, καὶ ἐπλάνησαν Aἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἄμα.

καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν καὶ ἀρχὴν καὶ τέλος.

Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

καὶ ἔσται ἡ χώρατῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβηθρον· πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπʼ αὐτήν.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰ γύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Καναανείτιδι καὶ ὀμνύντες τῷ ὀνόματι Κυρίου· πόλις ἀσεδέκ κληθήσεται ἡ μία πόλις.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ,

καὶ ἔσται εἰς σημεῖον εἰςτὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτοὺς.

καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.