Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ,
τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίοις ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς κατατάτημα, καὶ ἀφαιρεθήσεται ἀπʼ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.
αὕτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη.
ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;
Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ βασιλεὺς Ἀχὰζ ἐγενήθη τὸ ῥῆμα τοῦτο.
Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετάμενοι.
καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀυελεῖ.
ὀλολύξατε, πύλαι πόλεαων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι.
καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσεν Σειών, καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.
Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβείτιδος.
Νυκτὸς ἀπολεῖται ἡ Μωαβεῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβείτιδος.
λυπεῖσθε ἐφʼ ἑαυτούς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαὺ τῆς Μωαβ. είτιδος. ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα. πάντες βραχιονες κατατετμημένοι,
ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.
ὅτι κέκραγεν Ἑσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰάσσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβείτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.
ἡ καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σήγωρ· δάμαλις γάρ ἐστιν τριετής, έπὶ δὲ τῆς ἀναβάσεως Λρυεὶθ πρὸς σέ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἁρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός,
τὸ ὕδωρ τῆς Νεμηρεὶμ ἔρημος ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.
μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν.
συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβείτιδος τῆς Ἀγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.
τὸ δὲ ὕδωρ τὸ Δειμῶν πλησθήσεται αἵματος· [*](U+05D0AQΓ) [*](XV tit even in Γ ρημα] οραμα A Μωαβιτιδος U+05D0AQ 1 Μω. αβιτις, Μωαβιτιδος AQΓ 2 εφ εαυτους] εφ εαυτοις U+05D0AQ εν εαυ- τοις Γ | και Δηβων] Δαιβηδων U+05D0* (και Δηβ. U+05D0corr pl) A Λεβηδων QΓ | Μωαβιτιδος U+05D0AQΓ | ολολυξατε] ολολυζετε U+05D0AQΓ (-ται) | κατατετμημενοι (κατατετετμ. A)] + εισιν U+05D0* (improb U+05D0c.a c.b) 3 πλατιαις AQ* | σακ. κους…δωματων] pr obelos Bᵃ (non inst Bᵇ) | εν ταις ρυμαις αυτης] pr εν ταις πλατειαις (-τισις A) αυτης και B? A θ΄σ΄α΄ εν ταις πλατειαις αυτης Qmg | αυτης 3⁰] 6 fere litt adscr (prima lit vid fuisse ο) U+05D0c.a, mg | καυθμου U+05D0* 4 Ελε- αλη] ελαλησεν BᵃᵇAQ* (Bλεαλη οι γ΄ ομοιως Qmg) Γ pr ελαλησεν U+05D0* (improb Ελεαλη U+05D0c.a, c.b(vid) repos U+05D0c.c (fort)) | om Ιασσα U+05D0c.a, c.b (repos U+05D0c.c(fort)) AQ* (hab Ιασα Qmg) | ουτων] αυτης U+05D0AQ | Μωαβιτιδος AQΓ (item 5) | ψυ· χυχη U+05D0 5 αυτη] εαυτη U+05D0AΓ | εως] ως U+05D0* (εως U+05D0c.a) επι δε…σεισμος οτι αναβασει της Λουειθ εν κλαυθμω αναβησεται εν αυτω οτι οδω Ωρωναειμ κραυγην συντριμμου εξανεγερουσιν Qmg Λουειθ] pr της U+05D0 της AQ* (Λουειθ Qmg) της Λουδαειμ Γ | αναβησεσθε Q* (-σονται Qmg) | Αρωνιειμ] Αδωνιειμ A | συντριμμα] σι incep U+05D0* vid (συντρ. U+05D0¹) | σεισμος] συ|σισμος Γ 6 Νεμη· ρειμ] Νεβριμ U+05D0 Νεμρειμ AQ* (Νεμηρειμ Qmg) Νεβηρειμ Γ om ερημος εστιι U+05D0* hab ερημον εσται U+05D0c.a (sed paene evan) AQΓ 7 φαραγγᾱ U+05D0*c.b (vid) | ληψονται B? Qcorr Γ 8 συνηψε B? βοη] οι γ΄ κραυγη Qmg | οριον] ορος A (οι γ΄ το οριον Qᵐᵍ) | Μωαβιτ. U+05D0AQΓ | Αγαλλιμ U+05D0 Αγαλλειμ AQ | ?? ολολυγμος αυτης Qmg | Αιλιμ U+05D0 9 Δειμων 1⁰] Δεμμων (μ 1⁰] sup ras U+05D0? Δερμων U+05D0*fort) Ρεμμων U+05D0c.a, c.b AQ* (Διμων ομ[οιω]ς οι γ΄ ӄ το Εβραικ[ον] Qmg) Γ)
Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος θυγατρὸς Σειών;
ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νοσσὸς ἀφῃρημένος, ἔσῃ, θυγάτηρ Μωάβ· ἐπὶ τάδε. Ἀρνῶν. πλείονα