Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον· καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου.

καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.

καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, [*](11 αι εκ δ.] om αι Γ* της λυχνιας και εξ εωνυμων] υμων U+05D0* (της λ. κ. εξ U+05D0ΑQΓ ευων. U+05D0c.a .c.b) ευωνυμων] +(pr asterisc non inst Bᵇ) αυτης Bᵃ 12 ταις χερσιν] om ταις Γ επαρυστιδας U+05D0* (.στριδας U+05D0c(nondum c.a ⁾) 13 με] + λεγω U+05D0c. ᵇ + ο αγγελος Γ ειπα ουχι] α ο rescr U+05D01 (ειπεν U+05D0* fort 14 ουτοι] + εισιν Γ δυοι U+05D0 | παρεστηκασιν (σι Q)] pr οι U+05D0c.a οι (ο sup ras) παρα- στηκουσιν Γ κυριω] pr τω AQΓ V 1 ιδον AΓ πετομενον] ε 2⁰ sup ras η ut vid A πετωμ. Γ* 2 ειπεν (πε Qᵃ)] κς U+05D0 ορω εγω A μηκος AQΓ πλατος AQΓ 3 προσωπου AQ ο κλεπτης] om ο Γ εκδικηθησεται 2⁰] pr εως θανατου U+05D0AQΓ 4 εκξοισω (sic) U+05D0 | αυτο] αυτα A⁰ εισελευ- σομαι A κλεπτου] πλεπου U+05D0* πλεπτ, U+05D01(vid) (κλεπτ. U+05D0c) το ονοματι Γ* καταλυσῃ U+05D0 | αυτον] αυ sup ras Γ¹ (incep τα ξ Γ*) 5 τοις οφθ.| pro τ inceb π B* (τοις B¹) ιδε] + τι U+05D0c.a εκπορευομενον] ρευ sup ras Γ 6 εστι Qa ειπε (1⁰) Qa item 11 ουτων] αυτου U+05D0* ( των U+05D0c.a ,c.b) 7 μολυβου U+05D0 | γυνη μμια AQΓ μειρου] ταλαντου A (λαντ sup ras Aᵇ) 8 και 2⁰] αι U+05D0* (κ. U+05D0iam antgea c.a) ερριφεν 10BᵇAQΓ: 2⁰, AQ* ( ψεQᵃ) Γ το] ο B* (το Bᵃc) 9 ειδον] ιδον U+05D0AΓ εκπορευομενοι U+05D0* vid (ναι U+05D01))

80
[*](B) καὶ πνεῦμα ἐυ ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ.

καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;

καὶ εἶπεν πρὸς μέ Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.

ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἄρματι τῷ δευτέρῳ ἵπποι μέλανες,

καὶ ἐν τῷ ἄρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἄρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.

καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε;

καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς.