Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ Δαυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν χωρισμόν.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος σαβαώθ, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.

καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπʼ ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες [*](U+05D0ΑQΓ) [*](8 Ιεοουσαλῆ U+05D0* (-λημ U+05D0c.a c.b) Δαυειδ 1⁰] οικος Δαδ AQΓ om ο δε οικος Δαυειδ AΓ 9 εξαραι] pr του AQ ερχομενα] επερχομενα AQ 10 Δαυειδ] Ιημ U+05D0* hαδ U+05D0¹ οικτριμου 8 οικτειρμου AQ* προς με] + (?) εις ον εξεΙκεντη- σαν) Γ κοψονται] οψονται U+05D0* (κοφ. U+05D0c.a) αυτον] αυτους A αυτοις Q | αγα- πητον AQ οδυνη ᵍQᵛiᵈ | τω πρωτοτοκῳ] om τω AQ 12 φυλας 2⁰] om U+05D0 + φυλη φυλη (οm φυλη 2⁰ Q) καθ εαυτην και αι γυναικες ουτων καθ εαυτας AQΓ Δαυειδ] Ναθαν A*ᵛⁱᵈ Δαδ A¹ 13 Λευει sup ras U+05D0¹ (Ιουδα U+05D0*ᵇ for) Λευι Qᵃ γυναικες 1⁰] γυναι κς A 14 αι υπολελιμμεναι (-λ λελειμμ. Bᵃᵇ Γᵃ) gφυλαι] φυλαί αἱ υπολελειμμεναι AQᵃ φ. αι υπολελιμμ. Q* ηφυλη] + 9φυλη U+05D0c.b ΧΙΙΙ 1 τω οικω Δαυειδ. χωρισμον] asteriscos adpinκ Bᵃ⁽vid (partim sup ras) U+05D0¹ | τω οικω] pr εν AQ om και τοις κατοι- κουσιν...χωρισμον ) τον (το Β) χωρισμον] τον ραντισμον κ ᵇ A de Γ non Liq 2 om σαβαωθ AQ εξελεθρευσαι U+05D0* (εξολεθρ. B ᵃ) ονοματα τῶν] in α τῶν ras aliq B⁷ ψευδοφροφητας B (φευδοπροφ. ᵍ ᵃλᵈ ᵇ) 3 αυτον 1⁰] + ν τω προφητεύειν αυτον AΓ Γ ᵛⁱᵈ ζησει Qᵇ επ] εν AQ συνποδιουσιν U+05D0* (- δισουσιν U+05D0c.b: postea rursus - διουσιν))

91
αὐτόν, ἐν τῷ προφητεύειν αὐτόν.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ [*](B) κείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθʼ ὧν ἐψεύσαντο.

καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγώ, διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγὼ εἰμι, ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου.

καὶ ἐρεῖ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶαν σου; καὶ ἐρεῖ Ἀs ἐπλήγην ἐν τῶ οἴκῳ τῷ ἀγαπητῷ μου.

Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ᾿ ἄνδρα πολίτην μου, λέγει Κύριος ΙΙαντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς μικρούς.

καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει Κύριος. τὰ δύο μέρη αὐτῆς ἐξολεθρευθήσεται καὶ ἐκλείψει, τὸ δέ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ·

καὶ διάξω τὸ τρίτον διὰ πυρός, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μοι.