Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὀργὴν μεγάλην ἐγῶ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μέν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιβλέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμάῷ. καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος Παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.

καὶ εἶπεν πρὸς μέ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σειὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ.

Καὶ ἤρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ τέσσαρα κέρατα.

καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί [*](8 επι ιππον] ειππον U+05D0* (επι ιππ, U+05D0c.a, c.b) εφ ιππον A πυρον U+05D0* (πυρρον U+05D0AQ ᵃB2ᵃλᵇᵇ) ειστηκει Bᵃᵇ ᵃ εστηκι B ειστηκι Bᵃ (ιστηκει B ᵇ) ορεων] pr δύο A) αυτου] τουτου Q πυροι U+05D0* (πῦρ. U+05D0c.b) om και ψαροι B ᵇ 9 ἐστιν] ετιν X* (εστ, τᵇ) ἐστι ᵃᵃ 10 επεστηκως B* (εφεστ.τ U+05D0c.a, c.b) εξαπεσταλκεν U+05D0c.b (postea εξαπεστειλεν) AQ περιοδευσαι] pr του A (περιωδ. Q1⁽ᵛⁱᵈ ᵐᵍ) 11 ειπαν AQ περιοδευκαμεν A 12 λεησεις A πολις U+05D0* (- λεις U+05D0c.b) | υπερθες U+05D0* υπεριδες U+05D0c.a, c.b 13 και απεκριθη.. καλα] 4 linens obelis notavit et in mg adscr ου κ᾿ π᾿ Εβρ᾿ Bᵃᵇ 14 και ειπεν] hastulam adpinx Bᵃ εζηλωσα U+05D0 | Σιων BᵇU+05D0AQᵃ : item 17 15 οργισομαι U+05D0c.b(vid) (postea οργιζομαι) εγω μεν U+05D0ΑQᵇ οργισθην Q* (ωργ.Qᵃ) 16 Κυ- ριος] + παντοκρατωρ A επιβλεφω] επιστρεφω BᵃᵇU+05D0AQ εν 1⁰] επ B*fort (ras aliq in ν B?) οικτειρμω AQ* (οικτιρμ. Qᵃ) εκτεθησεται A 17 προς με...εν εμοι obelo notavit et in mg ου κ᾿ π᾿ Εβρʼ adscr Bᵃ | ΙΙαντο- κρατωρ] pro π incep κ et ν scr inter ω et ρ U+05D0* (παντοκρατωρ U+05D0¹) πολεις (- λις U+05D0* -λεις U+05D0c.b )] pr αι Q ελεησει Κυριος] ει et ς sup ras U+05D0¹ | αιρετιει] + ετι U+05D0Q*vid et 1 (ᵛiᵈ)ᵐᵍ + U+05D0κς A Ιερουσαλημ] + ετι A 18 ιδον U+05D0cA | τεσσερα U+05D0AQ 10 λαλοντα U+05D0* (- λουντα U+05D0c.a))

76
[*](B) ἐστιν ταῦτα, κύριε καὶ εἶπεν πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ καὶ Ἰερουσαλήμ.

καὶ ἔδειξέν μοι Κύριος τέσσαρας τέκτονας.

καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπὲν Γαῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸυ Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσάρα [*](§ Γ) κέρατα, τὰ ἔθυη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτὴν.

Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.

καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃς; καὶ εἶπεν πρὸς μέ Διαμετρῆσαι τὴν Ἰερουσαλήμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος.

καὶ ἰδοὺ ὁ ἅγγελος ὁ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ,